Κοντάκιον Ήχος πλ΄δ΄
-Τῇ Ὑπερμάχῳ-
Ὡς Ζωηφόρος Τοῦ Κυρίου ἡμῶν Μήτηρ,
Τῶν οὐρανῶν ὑψηλοτέρα ἀνεδείχθης,
Ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνωμεν.
Ἀλλ’ὡς φέρουσα Ζωῆς Κυρίου νάματα,
Ἐκ θανάτου ψυχικοῦ ἡμὰς ἀνάστησον,
Ἵνα κράζωμεν ,
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἄγγελος ἑξαστράπτων τῷ μνημείῳ επέμφθη
κηρύξαι τὴν Ἀνάστασιν πάντων,
Χαῖρε Μήτηρ τῆς Ζωῆς ημών(γ΄)
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ , Ἀναστάντα θεωρῶν Σὲ Κύριε ,
ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.
Χαῖρε δι’ἧς τεθνηκότες ζωούνται
Χαῖρε δι’ἧς γαλαξίαι καινούνται.
Χαῖρε ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ Ἅδου.
Χαῖρε ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον,
Χαῖρε τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον.
Χαῖρε δι’ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται
Χαῖρε δι’ἧς τῆς φθορᾶς οἱ Βροτοὶ ἀπηλλάγημεν
Χαῖρε τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος
Χαῖρε ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος
Χαῖρε δι’ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν
Χαῖρε δι’ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Βλέποντες οἱ ἐν Ἄδῃ, τοῦ Κυρίου τὴν ἀνείκαστον δόξαν, ἔκραξαν Αὐτῷ θαρσαλέως.Ὁ Θεὸς καὶ Ζωῆς χορηγός , πως κατεδέχθεις ενθάδε ἐλθεῖν ὡς κραταιὸς καὶ τὰ δεσμὰ τοῦ θανάτου συνθλᾶσαι; Κράζοντες το Ἀλληλούϊα
Γνῶσιν ἄγνωστον γνῶναι ,Ἰωάννης σὺν Πέτρῳ ζητοῦντες , ἔδραμον, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον.Καὶ θεωροῦντες κείμενα τὰ ὀθόνια μόνα, ἐβόων μετὰ δέους πρὸς τὴν Θεοτόκον
Χαῖρε τοῦ Παρακλήτου λαμπρὸν οἰκητήριον
Χαῖρε τῶν Ἀποστόλων τὸ μέγα ἐφύμνιον
Χαῖρε πύλη ἀδιόδευτος ὡς ὑπάρχεις ἀληθῶς
Χαῖρε ὄρος καὶ παλάτιον τοῦ Δεσπότου τοῦ παντὸς
Χαῖρε ὅτι βλυστάνεις τῆς ἁγνείας τὰ ἄνθη
Χαῖρε ὅτι καὶ Μήτηρ καὶ Παρθένος ὑπάρχεις
Χαῖρε ἡ πικραίνουσα τοῦ θανάτου τὴν γεῦσιν
Χαῖρε ἡ γλυκαίνουσα τῶν πιστῶν τάς αἰσθήσεις
Χαῖρε ὅτι ὤλεσας τοῦ θανάτου τὸν θρόνον
Χαῖρε ὅτι ἤνοιξας Παραδείσου τάς θύρας
Χαῖρε δι’ἧς Ἀγγέλων τάξεις εὐφραίνονται
Χαῖρε δι’ἧς δαιμόνων θράση κατήργηνται
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.
Δύναμις Τοῦ Ὑψίστου ἐπεσκίασε τότε εἰς τοῦ Ἅδου τῶν χασμάτων τὰ ταμεῖα καὶ ἡ ἀφεγγὴς αὐτοῦ τυραννὶς ἐσκυλεύθη τῷ Του Λόγου ἁγίῳ Φωτί, ἐν τῷ ψάλειν ἡμᾶς οὕτως Ἀλληλούϊα
Ἔχουσα Θεανθρώπου τὴν ψυχὴν εἰς τὰ σπλάχνα, τῷ φόβῳ ἡ γῆ ἐκλονείτω. Τὸν γὰρ ἀχώρητον παντί, ἑαυτῇ οὐκ ἠδυνήθη χωρεῖν καὶ ούτως ἐβόα πρὸς Τὴν Θεοτόκον.
Χαῖρε ὅτι τὸ θνητὸν ἀφθαρσίας ἐνδύεις
Χαῖρε ὅτι τῶν ψυχῶν τὴν γαλήνην παρέχεις
Χαῖρε φωτὸς ἀϊδίου τὸ χρυσόπλοκον σέλας
Χαῖρε Ἁγίων Πατέρων τὸ πολύτιμον γέρας.
Χαῖρε φέγγος ἀγλαόμορφον οὐρανοῦ τοῦ νοητοῦ.
Χαῖρε ἄνθος τὸ πανεύοσμον καὶ τοῦ κόσμου χαρμονή.
Χαῖρε μόνη χριστιανῶν ἡ στερεὰ προστασία
Χαῖρε τῶν ἀπιστούντων ἡ ἐπίμοχθος ἀπορία .
Χαῖρε τῆς ἁμαρτίας τὸ κέρας συντρίβουσα,
Χαῖρε τῶν πιστῶν τάς καρδίας φαιδρύνουσα
Χαῖρε πλοκῆς ῥᾳδιούργων ἡ λύσις
Χαῖρε δεινῶν προβλημάτων ἡ ῥύστις.
Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.