tag:blogger.com,1999:blog-6370617671877120781.post1130542133897684312..comments2024-03-28T12:38:07.330+02:00Comments on Προσκυνητής: Οι Μεγάλες και Βασιλικές Ώρες της παραμονής των Θεοφανείωνπ.Γεώργιος-Προσκυνητήςhttp://www.blogger.com/profile/11233342082981936430noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-6370617671877120781.post-59887669839616197032017-01-05T21:33:48.257+02:002017-01-05T21:33:48.257+02:006.1.2017 -------Ἀπολυτίκιον
Ἦχος α’.
Ἐν Ἰορδάνῃ βα...6.1.2017 -------Ἀπολυτίκιον
Ἦχος α’.
Ἐν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις·
τοῦ γάρ Γεννήτορος ἡ φωνή προσεμαρτύρει Σοι, Αγαπητόν Σε Υἱόν
ὀνομάζουσα· καί τό Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τό
ἀσφαλές. Ὁ ἐπιφανείς Χριστέ ὁ Θεός, καί τόν κόσμον φωτίσας δόξα Σοι.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος β’. Ὅτετῇ ἐπιφανείᾳ Σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἀλμυρὰ τῆς ἀπιστίας
θάλασσα ἔφυγε, καὶ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς.
Ἀλλὰ τῷ ὕψει τῶν Θείων ἐντολῶν Σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείες
τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.ΑΜΗΝ.

Κοντάκιον
Ἦχος δ’. Αὐτόμελον.
Ἐπεφάνης
σήμερον τῇ οἰκουμένῃ, καί τὸ Φῶς Σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν
ἐπιγνώσει ὑμνούντάς Σε· Ἦλθες, ἐφάνης, τό Φῶς τὸ ἀπρόσιτον.

Μεγαλυνάριον
Ἄφεσιν
πηγάζων τοῖς ἐξ Ἀδάμ, Ο τῆς ἀφθαρσίας, ἀνεξάντλητος ποταμὸς, ἐν τῷ
Ἰορδάνῃ, βαπτίζεται θελήσει· ἀντλήσωμεν οὖν πάντες, ὕδωρ σωτήριον.ΑΜΗΝ.
Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6370617671877120781.post-10165407185929879522017-01-04T22:51:53.742+02:002017-01-04T22:51:53.742+02:00ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ 5.1.2017
Ἦχος πλ. δ᾽
Ἰωάννη ...ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ 5.1.2017

Ἦχος πλ. δ᾽
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς Αχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· Ο Σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα Σοι.
-ΑΜΗΝ.
Κανών γ', ᾨδὴ η', τῶν Μαρτύρων
Ἦχος βαρὺς
Τὸν μόνον Άναρχον
Τὸν μόνον Εὔσπλαγχνον, Βασιλέα τῆς δόξης, ὁμολογοῦντες, οἱ σοφοὶ Ἀθλοφόροι, ἐδέξαντο τὰ βραβεῖα τῆς νίκης, βοῶντες εὐθαρσῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Στερρῶς ἀντέστησαν, οἱ Χριστοῦ Ἀθλοφόροι πρὸς τοὺς τυράννους, ἐναθλοῦντες γενναίως, νικήσαντες τῶν εἰδώλων τὴν πλάνην, βοῶντες εὐθαρσῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὥσπερ ἀδάμαντες, οἱ γενναῖοι ὁπλῖται, τάς τῶν τυράννων, ἀπειλὰς καὶ βασάνους, νικήσαντες, ἐν χαρᾷ ἀνεβόων. Ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν μόνον εὔσπλαγχνον, προαιώνιον Λόγον, τὸν ἐκ Παρθένου, ἐπ᾽ ἐσχάτων τεχθέντα, καὶ σώσαντα τῶν ἀνθρώπων τὸ γένος· ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν, οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ΑΜΗΝ

....Καταπατήσαντες πάντας, εἰδωλολάτρας τῇ πίστει, οἱ Ἀθλοφόροι Χριστοῦ τὸν Θεῖον δρόμον, ἐτέλεσαν εὐσεβῶς, καὶ τὴν πίστιν ἐκραταίωσαν.

Τῶν ἐπιγείων ἁπάντων, καταφρονήσαντες πίστει, οἱ Ἀθλοφόροι Χριστοῦ ὁμοῦ προθύμως, ἀθλήσαντες ἐκ Θεοῦ, ἐκομίσαντο ἰάματα.

Οἱ Ἀθλοφόροι ἀνδρείως, θωρακισάμενοι πίστει, τὸν τοῦ Κυρίου Σταυρὸν τάς παρατάξεις, καθεῖλον τάς τοῦ ἐχθροῦ, καὶ στεφάνους ἐκομίσαντο.
Θεοτοκίον
Ἡ ἐν γαστρὶ συλλαβοῦσα, Tὸν ἀπερίληπτον Λόγον, καὶ τοῦτον ἄνευ σπορᾶς ἡμῖν τεκοῦσα, ἱκέτευε ἐκτενῶς, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν...ΑΜΗΝ.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6370617671877120781.post-4430150727512855352017-01-04T20:38:41.670+02:002017-01-04T20:38:41.670+02:00Υπαρχει στο ιντερνετ μια ωραια σελιδα, Λειτουργικα...Υπαρχει στο ιντερνετ μια ωραια σελιδα, Λειτουργικα κειμενα , λεγεται
και εχει ολα τα Μηναια και ολες τις ακολουθιες της Εκκλησιας μας.
ολα τα τροπαρια και τς προσευχες!
αγαλλεται η καρδια μου με ολα αυτα τα κειμενα.
ΔΟΞΑ ΤΩ ΘΕΩ ΠΑΝΤΩΝ ΕΝΕΚΕΝ.
να εχει ο +Θεος καλα ολους οσους εβαλαν στο διαδικτυο ολες τις προσευχες!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-6370617671877120781.post-85814396337352136322017-01-04T20:35:43.841+02:002017-01-04T20:35:43.841+02:00Ἀπολυτίκιον
Ήχος δ'. Κατεπλάγη Ιωσήφ.
Απεστρέφ...

Ἀπολυτίκιον
Ήχος δ'. Κατεπλάγη Ιωσήφ.
Απεστρέφετο ποτέ, ο Ιορδάνης ποταμός, τη μηλωτή Ελισσαιέ, αναληφθέντος Ήλιου, και διηρείτο τα ύδατα ένθεν και ένθεν και γέγονεν αύτω ξηρά οδός ή υγρά, εις τύπον αληθώς του Βαπτίσματος, δι' ου ημείς την ρέουσαν του βίου διαπερώμεν διάβασιν. Χριστός εφάνη εν Ιορδάνη αγιάσαι τα ύδατα.ΑΜΗΝ.

Κοντάκιον
Ήχος δ' . Επεφάνης σήμερον
Εν τοις ρείθροις σήμερον, του Ιορδάνου, γεγονώς ο Κύριος, τω Ιωάννη εκβοά· Μη δειλιάσης βαπτίσαι με· σώσαι γαρ ήκω Αδάμ τον Πρωτόπλαστον.ΑΜΗΝ.

ΚΑΛΗ ΑΥΡΙΑΝΗ.Anonymousnoreply@blogger.com