Τρίτη 2 Ιουλίου 2019

Στίς 2 Ἰουλίου, τῆς Παναγίας τῶν Βλαχερνῶν

Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.
Κοντάκιον τῆς Ὑπεραγίας Θεοτόκου
Ἦχος δ'

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ' ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Ὁ Οἶκος
Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ Μάννα, τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου αὐτῆς ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, δι' ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Τῇ β' τοῦ αὐτοῦ μηνός, Ἰουλίου, μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.
Στίχοι
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.
Δευτερίῃ κατέθεντο σορῷ Ἐσθῆτα Πανάγνου.
Ταῖς τῆς Θεοτόκου ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἀπολυτίκιον τῆς Ὑπεραγίας Θεοτόκου
Ἦχος πλ. δ'
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα· ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος· διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου