Σάββατο 14 Αυγούστου 2021

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, Ἑορτήν ἐξόδιον προεξάρχοντες



  Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, Ἑορτὴν ἐξόδιον προεξάρχοντες, καὶ ἐπιτύμβια ᾄσματα, φαιδρῶς ἐκβοήσωμεν· ἡ γὰρ Μήτηρ τοῦ Θεοῦ, κιβωτός τε ἡ πάγχρυσος, ἑτοιμάζεται, νῦν ἐκ γῆς πρὸς τὰ ἄνω μεταβῆναι, πρὸς παλίνζωον καὶ θείαν, μεθισταμένη λαμπρότητα.


  Λαο
ὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξά
ζομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου