Τρίτη 22 Μαρτίου 2022

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.



Ισχυρὸς ἐν τῷ Νόμῳ, Μιχαήλ, ἀνεδείχθης καὶ μέγας ἐν τῇ Χάριτι μύστης, ἐκεῖ μὲν ἐν τύπῳ καὶ σκιᾷ, ὧδε ἀνακεκαλυμμένως, ἔνδοξε· ἐν πᾶσι γὰρ περίδοξος ἀνεφάνης τοῖς ἐκβοῶσι·
Χαῖρε, ὁ μέγας ἐν τοῖς Ἀγγέλοις·
χαῖρε, ὁ μείζων ἐν θαυμασίοις.
Χαῖρε, τῶν ἐν Νόμῳ πατέρων ὑπέρμαχος·
χαῖρε, τῶν ἀῤῥήτων ἐλλάμψεων ἔμπλεως.
Χαῖρε, ὅτι ἐνεπόδισας τὴν πορείαν Βαλαάμ·
χαῖρε, ὅτι ἐθριάμβευσας τὴν κακίαν τοῦ Σατάν.
Χαῖρε, δεδοξασμένε Ἀρχιστράτηγε θεῖε·
χαῖρε, λελαμπρυσμένε καὶ πυρίμορφε νόε.
Χαῖρε, φωτὸς Τριφώτου ἀμάρυγμα·
χαῖρε, χοροῦ Ἀγγέλων διάδημα.
Χαῖρε, βουλῶν τοῦ Ὑψίστου ἐκφάντωρ·
χαῖρε, πιστῶν ὁ προστάτης ἁπάντων.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου