Παρασκευή 8 Σεπτεμβρίου 2023

Τά σπάργανα προσκυνοῦμέν σου Θεοτόκε...

                          
Υπεραγία Θεοτόκε σώσον ημάς 
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν.

 Υπεραγία Θεοτόκε σώσον ημάς... 
Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν.

 Υπεραγία Θεοτόκε σώσον ημάς... 
Ἡ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως, τῆς εἰς ᾍδου εὐρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσιν. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν. Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ὠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης· διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία, φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ. 

Υπεραγία Θεοτόκε σώσον ημάς... 
Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος.

 Υπεραγία Θεοτόκε σώσον ημάς...
 Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ᾽ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος· διὸ σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.

 Δόξα... Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς. 

Και νυν... Ἐχώρησας ἐν γαστρί σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι· αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου