Παρασκευή 10 Απριλίου 2026

Οἴμοι θεῖον Τέκνον,οἴμοι τό φῶς τοῦ Κόσμου


ΕΠΙ ΞΥΛΟΥ ΒΛΕΠΟΥΣΑ κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως τεκοῦσα, ἐβόα, πικρῶς: Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; 
Οὐ φέρω καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω κἀγώ, σοῦ τὴν ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.


Οἴμοι θεῖον Τέκνον,οἴμοι τὸ φῶς τοῦ Κόσμου, τὶ ἔδυς ἐξ ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμῳ συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου