ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Δευτέρα 19 Δεκεμβρίου 2016

ΠΟΙΟΣ ΕΙΣΑΙ ΚΥΡΙΕ!;


*Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.(Ιωαν.η,12)

γώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν. καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.(Ιωαν.ιδ,6-7)

*Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·(Ιωάν.ι,11)

*Εγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο(Ιωαν.ια,25-26)

*Εγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει(Ιωάν.ι,9)

*Εγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν(Ιωάν.ιε,5)

*'Αρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·(Ματθ.ια-29-30)

*Ελεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι.  ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. (Λουκ.θ,23-24)

*Αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον.(Ιωάν.ιστ,27)

Επιμέλεια proskynitis.blogspot

2 σχόλια:

Ανώνυμος είπε...

Η ΠΑΝΤΩΝ ΧΑΡΑ, ΧΡΙΣΤΟΣ Η ΑΛΗΘΕΙΑ, ΤΟ ΦΩς , Η ΖΩΗ, ΤΟΥ ΚΟΣΜΟΥ Η ΑΝΑΣΤΑΣΙΣ !!!!

Ανώνυμος είπε...

ΤΑ ΠΑΝΤΑ ΕΣΥ ΚΥΡΙΕ ΚΑΙ ΘΕΕ ΜΟΥ ΤΑ ΠΑΝΤΑ ΕΣΥ...!!!!!!
ΝΑ ΠΡΟΣΤΑΤΕΥΕΙΣ ΠΑΝΤΑ ΤΟ ΦΤΩΧΟ ΚΑΙ ΠΟΛΥ ΑΜΑΡΤΩΛΟ ΠΟΙΜΝΙΟ ΣΟΥ ΜΕ ΤΗΝ ΑΠΕΡΑΝΤΗ ΑΓΑΠΗ ΣΟΥ ΚΑΙ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ ΣΟΥ ΚΥΡΙΕ ΚΥΡΙΕ ΜΟΥ ΑΜΗΝ..........!!!!!!