Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου.....Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν....Καὶ τὸ ἐξῇς·
Νεομαρτύρων ἀνωνύμων Ποντίων, τὸν θεοσύλλεκτον τιμήσωμεν δῆμον, κραυγάζοντες μὴ παύσησθε Χριστὸν ἐκτενῶς· δυσωποῦντες Ἅγιοι, ἀθληταὶ τροπαιοῦχοι, πέμψαι τοῖς ἐν θλίψεσι ζοφεραῖς εὐσεβέσι χαρὰν ὑψόθεν καὶ τῶν λυπηρῶν διώξαι πόῤῥω ἡμῶν τὴν σκοτόμαιναν.
Δόξα. Καὶ νῦν.Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου,
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΟΝΤΙΟΙΣ ΑΝΑΤΕΙΛΟΝ, ΣΩΤΕΡ, ΗΜΑΡ ΕΛΕΥΘΕΡΟΝ. X.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ποντίοις ἀνάτειλον Λυτρωτά, ἐλεύθερον ἦμαρ, καὶ ταχεῖαν ἐπιστροφήν, εἰς πάνσεπτα πάτρια ἐδάφη, θερμαῖς λιταῖς ἀφανῶν νεοάθλων σου.
Ὁδὸν τῆς ἀθλήσεως ἀκλινῶς, προκρίναντες πάντες, ἀπαρνήσεως ζοφεράς, τῆς πίστεως Πόντιοι γενναίοι, Χριστὸν ἡμῖν τὸν Θεὸν ἱλεώσασθε.
Νεόδρεπτα κρίνα τῆς εὐανθοῦς, ἀρούρης τοῦ Πόντου, τοὺς προστρέχοντας νῦν ὑμῖν, ἐμπλήσατε θείας εὐωδίας, καὶ καρτερίας ἀφάτου, δεόμεθα.
Τειχίσατε Ἅγιοι ἀφανεῖς, τοῦ Πόντου, πρεσβείαις Θεοτόκου, τοῦ Σουμελᾶ κλεΐσματος θείου εὐσεβοῦντας, ὑμῶν ἀόκνοις πρὸς Κτίστην ἐντεύξεσι.
Θεοτοκίον.
Ἱλέωσαι Κύριον τὸν Θεόν, ἡμῖν Θεοτόκε, Μάνδρας σέμνωμα Σουμελᾶ, Σωφρόνιος ἥνπερ καὶ Βαρνάβας, τῇ θεϊκῇ συνεργεῖς ἐδομησαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόφωτον σέλας, τῆς τοῦ Χριστοῦ πίστεως, πάντων νεοάθλων Ποντίων, ζόφον ἐκδίωξον, τῆς ἀνανδρείας ἡμῶν, ὡς ἀνδρικὴ παῤῥησία ὑπομεῖναν θάνατον ἄγαν κατώδυνον.
Ἱκετεύομεν πόθῳ περικλεεῖς μάρτυρες, πόλεις καὶ τὰς κώμας τοῦ Πόντου, οἱ ἁγιάσαντες, ὑμῶν αἱμάτων ῥοαῖς, ἡμᾶς ἐμπλήσατε θάῤῥους, ἄγαρ τρῶσαι φρύαγμα, τέκνων τὸ ἄειθες.
Σθεναρῶς ἀντιστῆναι ἐπιβουλή, Ἅγιοι, ἄγαρ τῶν υἱῶν τῶν βεβήλων καταξιώσατε, τοὺς ἀνυμνοῦντας ὑμᾶς, Ποντίων οἶα εὐώδη, μάρτυρες πανένδοξοι νέοι τῆς πίστεως.
Θεοτοκίον.
Ἀκριτῶν χριστωνύμων τὸ ἀῤῥαγὲς τείχισμα, Μῆτερ τοῦ Θεοῦ γλυκυτάτη, Σουμελιώτισσα, ῥῦσαι ἡμᾶς συμφορῶν, καὶ ἐπιστρέψαι Ποντίους, εἰς πατρῴαν Δέσποινα, χθόνα ἀξίωσον.
Διάσωσον, τῶν ἀνωνύμων μαρτύρων πληθὺς Ποντίων, σαῖς πρεσβείαις πρὸς τὸν Χριστὸν τοὺς πάσχοντας πρόσφυγας, καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ Ποντίων θεῖον σύνταγμα, κτανθὲν ἰταμῶς χερσὶν ἀνόμων ἐν ἔτεσιν ἐσχάτοις, ἀνώνυμοι ἀθλοφόροι, Χριστὸν ἱκετεύσατε λυτροῦσθαι γένος ἅπαν εὐσεβῶν κινδύνων, δεινῶν καὶ περιστάσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεαυγέστατον πύρσευμα, ἀφανῶν Ποντίων μαρτύρων πίστεως, τοὺς κειμένους καταφώτισον, ἐν σκιᾷ δουλείας καὶ περιστάσεων.
Ἀπειράριθμοι μάρτυρες, οἱ χερσὶ κτανθέντες ἐχθρῶν τῆς πίστεως, ἐν τῷ Πόντῳ ὥσπερ σφάγια, νίκας κατ’ ἐχθρῶν πιστοῖς δωρήσασθε.
Ταῖς ὑμῶν παρακλήσεσιν, ἀφανεῖς πρὸς Κύριον νεομάρτυρες, τὰς πληγὰς ὡς συμπαθέστατοι τῶν ψυχῶν Ποντίων ἰατρεύσατε.
Θεοτοκίον.
Εὐιλάτου Παντάνακτος, Μῆτερ καὶ Ποντίων, Σουμελιῶτισσα, ἀρωγὲ ὑψόθεν ἔπιδε, καὶ ἡμῶν ἀπόσμηξον τὰ δάκρυα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾷς.
Ἴδετε δεινά, τῶν Ποντίων οἱ ἐκλάμψαντες, ἐν τῇ χώρᾳ ταύτῃ ἄρτι ἀθληταί, καὶ ἡμῖν ὑπομονὴν καὶ πίστιν δίδοτε.
Λάμψατε ἡμῖν, τοῖς μακρὰν εὑρισκομένοις νῦν, φῶς πατρῴων ἑστιῶν ἐπιστροφῆς, τηλαυγές, φωσφόροι Πόντιοι ἀνώνυμοι.
Ὅμιλε σεπτέ, δοξασάντων ταῖς ἐκχύσεσι, τῶν αἱμάτων ἄρτι Κύριον ἀεί, ἐν τῷ Πόντῳ σοὺς ὁμαίμονας ἐπόπτευε.
Θεοτοκίον.
Νύκτα ζοφεράν, ἀγλαὴ Σουμελιώτισσα, στεναγμῶν καὶ τυραννίδος τοῦ ἐχθροῦ, ἀφ’ ἡμῶν, τῶν προστρεχόντων σοι ἐκδίωξον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σαλπίσατε, τὸν παιᾶνα μάρτυρες, τῆς τροπώσεως τῶν ἄγαρ ἐκγόνων, καὶ νίκης τρόπαιον στήσατε τάχος, Χριστιανῶν Ὀρθοδόξων πανεύφημοι, Ποντίων δῆμοι ἀφανεῖς, σὺν Χριστῷ οἱ ἀεὶ εὐφραινόμενοι.
Ὡς ἔχοντες, παῤῥησίαν ἅγιοι, Τραπεζοῦντος, Ἀμασείας, Σινώπης, Ἀργυρουπόλεως τε Κοτυώρων, καὶ τῶν περάτων τοῦ Πόντου ἀνώνυμοι, τὸν Λυτρωτὴν ὑπὲρ ἡμῶν, μὴ ἐλλίπητε καθικετεύοντες.
Τὸ πάμφωτον, νέφος ἀνυμνήσωμεν, τῶν Ποντίων ἀνωνύμων μαρτύρων, ἱεραρχῶν , μοναχῶν, ἱερέων, καὶ φιλοθέου λαοῦ ἀνακράζοντες, ἐλευθερίας ὑετὸν, ἐν δουλείᾳ κειμένοις ὀμβρίσατε.
Θεοτοκίον.
Εὐφρόσυνον, ἦμαρ ἐξανάτειλον, ταῖς χορείαις τῶν Ποντίων προσφύγων, Σουμελιώτισσα πάγκαλε Μῆτερ, τοῦ Λυτρωτοῦ καὶ τὸν ζόφον ἀπέλασον, τῶν λυπηρῶν καὶ συμφορῶν, ἀφ’ ἡμῶν ταῖς ἀπαύστοις πρεσβείαις σου.
Διάσωσον, τῶν ἀνωνύμων Μαρτύρων πληθὺς Ποντίων, σαῖς πρεσβείαις πρὸς τὸν Χριστὸν τοὺς πάσχοντας πρόσφυγας, καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένῃ.
Ἄχραντε,ἠ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Νεομαρτύρων χορεία, πανεύφημε, σεμνῶν Ποντίων ἡδύπνευστα λείρια, ἀνώνυμον πλῆθος στεῤῥόψυχον, δυσῶπει Χριστὸν πέμψαι ἅπασιν ἡμῖν θείαν χάριν καὶ ἔλεος.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ ιη΄, 2-8).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόντιοι ἀνώνυμοι, καὶ ἀφανεῖς ἀθλοφόροι, οἱ ἐχθρῶν πατήσαντες, ἐπηρμένον φρύαγμα καὶ ἀθλήσαντες, ὥσπερ ἀσώματοι, ἐν ἐσχάτοις χρόνοις, ἐκτενῶς καθικετεύσατε, Χριστὸν τὸν Κύριον, γένει τῷ ἡμῶν βλάβης ῥύεσθαι, τοῦ ὄφεως, κακώσεων τῶν ἐπερχομένων καὶ θλίψεων, ἵνα κατὰ χρέος, ὑμνοῦντες τὴν ἐξ ὕψους ἀρωγὴν ὑμῶν ἑκάστοτε μέλπωμεν, τὴν ὑμῶν ἐνάθλησιν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ ἀθλοφόροι, ἀφανεῖς νέοι Πόντου, ὑμῶν ἐντεύξεων, πρὸς τὸν ἀγωνοθέτην, καὶ Λυτρωτὴν τοῦ κόσμου, τοὺς χοροὺς ἁγιάσατε, τῶν μελῳδούντων ὑμῶν, τὴν ἀρετὴν καὶ τόλμην.
Ἡλιόφωτε δῆμε, ἀνωνύμων Ποντίων, μαρτύρων πίστεως, Χριστοῦ τῆς Ἐκκλησίας, τὸ νοητὸν φαιδρύνας, εὐψυχία στερέωμα, τῆς ἀθυμίας ἡμῶν, ἐξάλειψον τὰ νέφη.
Μαρτυρίου ταῖς τρίβοις, διὰ πίστιν ἁγίαν ἀκολουθήσαντες, δεινῶς αἰωρηθέντες, ἀγχόνη οἱ κτανθέντες, ξίφει Πόντιοι μάρτυρες, ἡμᾶς τῇ πίστει Χριστοῦ, στηρίξατε τῇ θείᾳ.
Θεοτοκίον.
Ἀδελφοὺς κεκρυμμένους, διὰ φόβον τυράννων ἐχθρῶν τῆς πίστεως, ἡμῶν τοὺς ἐν τῷ Πόντῳ, δεσμᾷ τὰ τῆς δουλείας, χαλεπῶς ὑπομένοντας, τοῦ Σουμελᾶ θαυμαστῇ, ἐπίβλεψον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥύσασθε πάντας, τῆς τοῦ ἐχθροῦ τυραννίδος, ἀθλοφόροι ἀνώνυμοι Πόντου, οἱ τῆς τῶν ἀνόμων, μὴ πτήξαντες μανίας.
Ἄνδρες, γυναῖκες, καὶ ἀπειρόκακα βρέφη, νέφος θεῖον μαρτύρων τοῦ Πόντου, ἵτε παραστάται, ἡμῶν ἐν βίου ζάλαις.
Λάμψαντες θάρσει, ψυχῆς ὡς σέλας ἐν Πόντῳ, φωτοφόρον διώξατε ζόφον, ἀτολμίας πάντων, ὑμῶν προσφύγων θεῖοι.
Θεοτοκίον.
Ὑπὲρ Ποντίων, ἁπανταχοῦ γῆς οἰκούντων, Σουμελᾶ Θεοτόκε δυσώπει, τὸν σεπτὸν Υἱόν σου, καὶ Λυτρωτὴν τοῦ κόσμου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποντίων ἀνωνύμων, ἀθλητῶν χορείαν, ἀνευφημήσωμεν κράζοντες μάρτυρες, ἡμῖν διδόναι εἰρήνην, Χριστῷ πρεσβεύσατε.
Ὁμήγυριν Ποντίων, ἀφανῶν Ἁγίων, ἐδαφισάντων υἱῶν ἄγαρ φρύαγμα, ἀνευφημοῦντες πρεσβείας, αὐτῶν αἰτούμεθα.
Νεόφωτοι φωστῆρες, οἱ ἐν τῇ Ἑώᾳ, ἀρτιφανὼς ἀνατείλαντες Μάρτυρες, δουλείας πόῤῥω τὴν ζόφωσιν ἀπελάσατε.
Θεοτοκίον.
Χαρίτων θείων φρέαρ, δὸς πιεῖν τὸ ὕδωρ, τῆς σωτηρίας σοῖς δούλοις Πανύμνητε, Σουμελιώτισσα Μῆτερ, τὸ διειδέστατον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἀνωνύμων πανευκλεῶν, ἀθλητῶν χορεία, ἡ ἐν Πόντῳ ἀρτιφανῶς, λάμψασα ἐνστάσει, στεῤῥὰ καὶ μαρτυρίῳ καὶ πᾶσαν Ἐκκλησίαν καταγλαΐσασα.
Τὴν ἐξ ἱερέων ἱεραρχῶν, μοναστῶν καὶ πλήθους ἀνωνύμων Χριστιανῶν, συγκειμένην δεῦτε, πανένδοξον χορείαν, Ποντίων ἀθλοφόρων ἐγκωμιάσωμεν.
Σέλας τὸ νεόφωτον τῆς Χριστοῦ, Ἐκκλησίας πάντες ἀνυμνήσωμεν ἐκτενῶς, ἀθλητὰς Ποντίους, γνωστοὺς καὶ ἀνωνύμους, τοὺς λάμψαντας ἀνδρεία καὶ καρτερότητι.
Μάκτρῳ τῶν ἐνθέρμων ὑμῶν εὐχῶν, θλίψεις τῶν προσφύγων ἀποσμήξατε τῶν ὑμῶν, ἀφανεῖς γενναῖοι νεόαθλοι Κυρίου, τὸ ὄνομα οἱ πίστει ὁμολογήσαντες.
Τὴν Σουμελιώτισσαν εὐλαβῶς, Θεοτόκον πάντες σὺν Ἁγίων ἐπιφανῶν, δήμῳ καὶ μαρτύρων, νεοφανῶν χορείαις οἱ Πόντιοι ἐκθύμως ἀνευφημήσωμεν.
Οἱ χερσὶ κτανθέντες ἄγαρ υἱῶν, ἰταμῶς ἐν χρόνοις, τοῖς ἐσχάτοις διὰ Χριστοῦ, πίστιν τὴν ἁγίαν ἐν Πόντῳ δυσωπεῖτε, τὸν Κτίστην καταπέμψαι ἅπασιν ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός....
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀνωνύμων μαρτύρων Ποντίων σύλλογον, τῶν ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀποκτανθέντων χερσί, μιαιφόνοις τῶν υἱῶν τῆς ἄγαρ μέλψωμεν, κράζοντες· νέοι άθληταί, τοῖς ἱκέταις τοῖς ὑμῶν, βραβεύσατε οὐρανόθεν, χαρὰν καὶ δύναμιν τρῶσαι, ἐχθρῶν ἀπίστων ἅπαν φρύαγμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δῆμον ἀνωνύμων ἀθλητῶν, ἀφανῶν Ποντίων ἁγίων, φωσφόρον σύνταγμα, σύναξιν φιλόθεον ἐγκωμιάσωμεν, οἱ πιστοὶ ἀνακράζοντες, μὴ παύσησθε θεῖοι, μάρτυρες πρεσβεύοντες τῷ Πανοικτίρμονι, νίκας κατ’ ἀπίστων δωρῆσαι, γένει χριστωνύμω καὶ στέψαι, πάντας τοὺς πιστοὺς ἀφθίτῳ στέμματι.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δύναμιν ψυχῆς Χαραλάμπους συζύγῳ,
Παρέσῃ, δωρήσασθε, μάρτυρες Πόντου.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου