Το 1919 συλλαμβάνεται από το άθεο καθεστώς της Μόσχας και αφού βασανίστηκε, τουφεκίσθηκε στις 1/14 Ιανουαρίου 1919
Η ασματική ακολουθία του Αγίου Πλάτωνος είναι ποίημα του Μητροπολίτου Εδέσσης Ιωήλ.
Ἀπολυτίκιον
Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Τὸν λαμπρὸν Ἱεράρχην, καὶ σεμνὸν ἱερόαθλον, καὶ τῆς Ἐσθονίας ἁπάσης, θεοτίμητον πρόεδρον, τὸν Πλάτωνα τιμῶμεν οἱ πιστοί, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προσπορεῖται γὰρ δωρήματα τοῖς πιστοῖς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ'. Θείας πίστεως.
Γόνοι κάλλιστοι τῆς Ἐσθονίας, Ἱερόαθλοι Χριστοῦ γενναῖοι, Ἱερεῖς σὺν Διακόνοις καὶ ἄλλοις τε, ἐν φυλακαῖς καὶ βασάνοις τὸ ὄνομα, ἀνδροπρεπῶς τοῦ Σωτῆρος κηρύξαντες, στέφος ἄφθαρτον, καὶ δόξαν λαμπρὰν εἰλήφατε, ὡς νέοι ἀθληταὶ περιφανέστατοι.
Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐσθονία, Ἱεράρχην Πλάτωνα, καὶ σὺν αὐτῷ τοὺς εὐσεβεῖς, καὶ κραταιοὺς Νεομάρτυρας, δι' ὧν δοξάζει, Χριστὸν τὸν Φιλάνθρωπον.
Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Κλεινοὶ Νεομάρτυρες, τῆς Ἐσθονίας λιταῖς, μὴ παύσητε ἅπαντες, ὑπὲρ ἡμῶν πρὸς Χριστόν, ἀεὶ ἱκετεύοντες, ὅπως ἐκ τῶν παγίδων, τοῦ ἐχθροῦ λυτρωθῶμεν, Πλάτων Ἱερομάρτυς, Πρεσβυτέρων τὸ πλῆθος, Διάκονοι τοῦ Ὑψίστου, καὶ ἄλλοι ἐπίλοιποι.
Ὁ Οἶκος
Τῶν Ἐσθονῶν τὰ Ὀρθόδοξα πληρώματα, πρὸς σὲ Ἐπίσκοπε ἅγιε βλέποντες, καὶ ἀναθεωροῦντες τὴν ἔκβασιν, τῆς ἐπὶ γῆς ἀναστροφῆς σου, τὸν θεοφιλῆ ἅγιον βίον σου, τὴν κατὰ Θεὸν καὶ τὴν θύραθεν πλουσίαν γνῶσίν σου, τὰς σωστικὰς διὰ τὰς ἐνορίας τῆς Ἐκκλησίας σου περιοδείας, τὴν ἰσχὺν τῶν λόγων σου, τὴν ἀπτόητον θέλησίν σου, τὸν ἐγκλεισμόν σου ἐν τῇ εἱρκτῇ, τὰ ὀνείδη καὶ τὰ σκώμματα, καὶ τὸν ἐπώδυνον διὰ τυφεκισμοῦ θάνατόν σου, δοξάζουσι τὸν μόνον ἀληθινὸν Θεόν, τὸν δόντα τοῖς πιστοῖς ποιμενάρχας ἀξίους, βαστάσαι τὸ ὄνομα Αὐτοῦ, δι' ὧν ὁ λαὸς δοξάζει, Χριστὸν τὸν Φιλάνθρωπον.
Μεγαλυνάριον
Τάρτου τῆς εὐάνδρου καὶ τοῦ Ταλλίν, Πλάτων ἀνεδείχθης, ὁ προστάτης καὶ βοηθός, ὅθεν σὲ γεραίρει, ἡ Ἐσθονία πᾶσα, ἣν ταῖς εὐχαῖς σου Πάτερ, ἀεὶ περίσκεπε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου