Ο Κωνσταντίνος Παλαιολόγος μιλά στους υπερασπιστές της Κωνσταντινούπολης.
Οι αρχηγοί των φρουρίων ακούν την ενθαρρυντική ομιλία του αυτοκράτορα με απόλυτη προσοχή.
●28 Μαΐου 1453:
Παραμονή εκείνης της αποφράδας μέρας…
Με τους Οθωμανούς να αρχίζουν σφοδρό βομβαρδισμό στις 27 Μαΐου και να μεταφέρουν σκάλες και προκαλύμματα κοντά στο τείχος, ήταν βέβαιο ότι θα ακολουθούσε και η τελική επίθεση…
Στις 28, ημέρα κατά την οποία έγινε η τελευταία χριστιανική λειτουργία στην Αγιά Σοφιά, ο αυτοκράτορας Κωνσταντίνος ΙΑ’ Παλαιολόγος, προσφωνεί τους άνδρες του, καλώντας τους να υπερασπιστούν την πίστη τους, την πατρίδα, τις οικογένειες και τον βασιλιά τους με τη ζωή τους και εμψυχώνοντας τους Γενουάτες και Ενετούς πολεμιστές.
Ακολουθεί η ομιλία του Κωνσταντίνου ΙΑ’ Παλαιολόγου λίγο πριν από την Άλωση της Κωνσταντινούπολης, όπως τον μεταφέρει ο μεγάλος Λογοθέτης Γεώργιος Σφραντζής στο «Χρονικόν» του, εκδοθέν εν Κερκύρα το έτος 1477.
«Ὑμεῖς μέν, εὐγενέστατοι ἄρχοντες καὶ ἐκλαμπρότατοι δήμαρχοι καὶ στρατηγοὶ καὶ γενναιότατοι συστρατιώται καὶ πᾶς ὁ πιστὸς καὶ τίμιος λαός, καλῶς οἴδατε ὅτι ἔφθασεν ἡ ὥρα καὶ ὁ ἐχθρός της πίστεως ἡμῶν βούλεται ἵνα μετὰ πάσης τέχνης καὶ μηχανῆς ἰσχυροτέρως στενοχωρήσῃ ἡμᾶς, καὶ πόλεμον σφοδρὸν μετὰ συμπλοκῆς μεγάλης καὶ συρρήξεως ἐκ τῆς χέρσου καὶ θαλάσσης δώσῃ ἡμῖν μετὰ πάσης δυνάμεως, ἵνα, εἰ δυνατόν, ὡς ὄφις τὸν ἰὸν ἐκχύσῃ καὶ ὡς λέων ἀνήμερος καταπίῃ ἡμᾶς. Διὰ τοῦτο λέγω καὶ παρακαλῶ ὑμᾶς ἵνα στῆτε ἀνδρείως καὶ μετὰ γενναίας ψυχῆς, ὡς πάντοτε ἕως τοῦ νῦν ἐποιήσατε, κατὰ τῶν ἐχθρῶν τῆς πίστεως ἡμῶν. Παραδίδωμι δὲ ὑμῖν τὴν ἐκλαμπροτάτην καὶ περίφημον ταύτην πόλιν καὶ πατρίδα ἡμῶν καὶ βασιλεύουσαν τῶν πόλεων.
Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσαρά τινα ὀφειλέται κοινῶς ἐσμὲν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς χριστοῦ κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου, πολλῶ μᾶλλον ὑπὲρ πάντων τούτων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἢν Χριστὸς ἐν τῶ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Σρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Σέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα.
Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφ᾿ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ᾿ ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς· καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Σὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τεῖχος μερόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἑλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιωρθώσαμεν πάλιν αὐτό.
Γνωρίζω δὲ ὅτι αὕτη ἡ μυριαρίθμητος ἀγέλη τῶν ἀσεβῶν, καθὼς ἡ αὐτῶν συνήθεια, ἐλεύσονται καθ᾿ ἡμῶν μετὰ βαναύσου καὶ ἐπῃρμένης ὀφρύος καὶ θάρσους πολλοῦ καὶ βίας, ἵνα διὰ τὴν ὀλιγότητα ἡμῶν θλίψωσι καὶ ἐκ τοῦ κόπου στενοχωρήσωσι, καὶ μετὰ φωνῶν μεγάλων καὶ ἀλαλαγμῶν ἀναριθμήτων, ἵνα ἡμᾶς φοβήσωσι. Σὰς τοιαύτας αὐτῶν φλυαρίας καλῶς οἴδατε, καὶ οὐ χρὴ λέγειν περὶ τούτων. Καὶ ὥρᾳ ὀλίγῃ τοιαῦτα ποιήσωσι, καὶ ἀναριθμήτους πέτρας καὶ ἕτερα βέλη καὶ ἐλεβολίσκους ὡσεὶ ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι· δι᾿ ὧν, ἐλπίζω γάρ, οὐ βλάψωσι, διότι ὑμᾶς θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τὸν λογισμὸν τρέφομαι, ὅτι εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι, ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ καλῶς προπαρασκευασμένοι ὑπάρχετε. Σαῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συρρήξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμα· ἃ οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ᾿ οὔτε κέκτηνται. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται.
Διό, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ θεοῦ. Μιμηθῆτε τοὺς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσούτον πλῆθος ἵππων Ρωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν· καὶ ἐὰν ζῶον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν, ὡς ζῶα ἄλογα, καὶ χείρονες εἰσιν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων, ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων.
Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ὁ ἀμηρᾶς καὶ ἐχθρός της ἁγίας ἡμῶν πίστεως, χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην ἢν εἴχομεν ἔλυσεν, καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ᾿ οὐδενὸς λογιζόμενος, καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενόν του Ἀσωμάτου, ἵνα καθ᾿ ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἡμᾶς. Σοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους ἤδη πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανούς, ὅσους εὖρεν, ἐθανάτωσε καὶ ᾐχμαλώτευσε· τὴν φιλίαν ἡμῶν ἔλυσε. Σοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος ὦ ἀνόητα ζῶα καὶ τὰ ἑξῆς.
Ἐλθὼν οὖν, ἀδελφοί, ἡμᾶς ἀπέκλεισε, καὶ καθ᾿ ἑκάστην τὸ ἀχανὲς αὐτοῦ στόμα χάσκων, πῶς εὕρῃ καιρὸν ἐπιτήδειον ἵνα καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἥν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ μέγας βασιλεὺς Κωνσταντῖνος ἐκεῖνος, καὶ τῇ πανάγνῳ τε καὶ ὑπεράγνῳ δεσποίνῃ ἡμῶν θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέρωσεν καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων τῶν Ἑλλήνων, τὸ καύχημα πᾶσι τοῖς οὖσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν. Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλεται ποιῆσαι ὑπ᾿ αὐτόν. Ἣ ἐδούλωσε σχεδόν, δύναμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ᾿ ἥλιον καὶ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν, Κολχοὺς καὶ Ἴβηρας, Βοσφοριανοὺς καὶ Ἀλβάνους, Συρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην καὶ Παλαιστίνην, Ἀραβίαν τε καὶ Ἰουδαίαν, Βακτριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἑλλάδα, Βοιωτίαν, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαΐαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικόν, Λυχνίτας κατὰ τὸ Ἀνδριατικόν, Ἰταλίαν Σουσκίνους, Κελτοὺς καὶ Κελτογαλάτας, Ἰβηρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον, αὐτὸς τὰ νῦν βούλεται δουλῶσαι, καὶ τὴν κυριεύουσαν τῶν πόλεων ζυγῶ ὑποβαλεῖν καὶ δουλείᾳ, καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ ἁγία τριὰς καὶ ἐδοξολογεῖτο τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ θεοῦ λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὐτοῦ βλασφημίας καὶ τοῦ φληναφοῦ αὑτοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων.
Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμήθητε ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.»
Καὶ στραφεὶς πρὸς τοὺς Ἑνετοὺς ἐν τοῖς δεξιοῖς μέρεσιν ἱσταμένους ἔφη:
«Ἑνετοὶ εὐγενεῖς, ἀδελφοὶ ἠγαπημένοι ἐν Χριστῶ τῶ θεῶ, ἄνδρες ἰσχυροὶ καὶ στρατιῶται δυνατοὶ καὶ ἐν πολέμοις δοκιμώτατοι, οἳ διὰ τῶν ἐστιλβωμένων ὑμῶν ῥομφαίων καὶ χάριτος πολλάκις πλῆθος τῶν Ἀγαρηνῶν ἐθανατώσατε, καὶ τὸ αἷμα αὐτῶν ποταμειδῶς ἐκ τῶν χειρῶν ὑμῶν ἔρρευσε, τῇ σήμερον παρακαλῶ ὑμᾶς ἵνα τὴν πόλιν ταύτην τὴν εὐρισκομένην ἐπὶ τοσαύτῃ συμφορᾷ τοῦ πολέμου ὁλοψύχως καὶ ἐκ μέσου ψυχῆς γένητε ὑπερασπισταί. Οἴδατε γὰρ καλῶς, καὶ δευτέραν πατρίδα καὶ μητέρα αὐτὴν ἀενάως εἴχετε· διὸ καὶ ἐκ δευτέρου πάλιν λέγω καὶ παρακαλῶ ἵνα ἐν αὐτῇ ὥρᾳ ὡς φιλοπιστοί τε καὶ ὁμόπιστοι καὶ ἀδελφοὶ ποιήσητε.»
Εἶτα στραφεὶς ἐν τοῖς ἀριστεροῖς μέρεσι λέγει τοῖς Λιγουρίταις:
«Ὦ Λιγουρῖται, ἐντιμότατοι ἀδελφοί, ἄνδρες πολεμισταὶ καὶ μεγαλοκάρδιοι καὶ φημιστοί, καλῶς οἴδατε καὶ γινώσκετε ὅτι ἡ δυστυχὴς αὕτη πόλις πάντοτε οὐκ ἐμοὶ μόνον ὑπῆρχεν, ἀλλὰ καὶ ὑμῖν διὰ πολλά τινα αἴτια. Ὑμεῖς μὲν πολλάκις μετὰ προθυμίας αὐτῇ ἐβοηθήσατε, καὶ συνδρομῇ ὑμετέρᾳ ἐλυτρώσατε ἀπὸ τῶν Ἀγαρηνῶν τῶν αὐτῆς ἐναντίων. Σὰ νῦν πάλιν ὁ καιρός ἐστιν ἐπιτήδειος ἵνα δείξητε εἰς βοήθειαν αὐτῆς τὴν Χριστῶ ἀγάπην καὶ ἀνδρίαν καὶ γενναιότητα ὑμῶν.»
Καὶ πληθυντικῶς στραφεὶς πρὸς πάντας εἶπεν:
«Οὐκ ἔχω καιρὸν εἰπεῖν ὑμῖν πλείονα. Μόνον τὸ τεταπεινωμένον ἡμέτερον σκῆπτρον εἰς τὰς ὑμῶν χεῖρας ἀνατίθημι, ἵνα αὐτὸ μετ᾿ εὐνοίας φυλάξητε. Παρακαλῶ δὲ καὶ τοῦτο καὶ δέομαι τῆς ὑμετέρας ἀγάπης, ἵνα τὴν πρέπουσαν τιμὴν καὶ ὑποταγὴν δώσητε τοῖς ὑμετέροις στρατηγοῖς καὶ δημάρχοις καὶ ἑκατοντάρχοις, ἕκαστος κατὰ τὴν τάξιν αὑτοῦ καὶ τάγμα καὶ ὑπηρεσίαν. Γνωρίσατε δὴ τοῦτο. Καὶ ἐὰν ἐκ καρδίας φυλάξητε τὰ ὅσα ἐνετειλάμην ὑμίν, ἐλπίζω εἰς θεὸν ὡς λυτρωθείημεν ἡμεῖς τῆς ἐνεστώσης αὐτοῦ δικαίας ἀπειλῆς. Δεύτερον δὲ καὶ ὁ στέφανος ὁ ἀδαμάντινος ἐν οὐρανοῖς ἐναπόκειται ὑμῖν, καὶ μνήμη αἰώνιος καὶ ἄξιος ἐν τῶ κόσμῳ ἔσεται.» Καὶ ταῦτα εἰπὼν καὶ τὴν δημηγορίαν τελέσας καὶ μετὰ δακρύων καὶ στεναγμῶν τὸν θεὸν εὐχαριστήσας, οἱ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ κλαυθμοῦ λέγοντες «ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν.»
Ἀκούσας δὲ ὁ βασιλεὺς καὶ πλεῖστα εὐχαριστήσας καὶ πλείστας δωρεῶν ἐπαγγελίας αὐτοῖς ἀπηγγείλατο. Εἶτα πάλιν λέγει:
«Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, ἕτοιμοι ἔστε τῶ πρωΐ, Χάριτι καὶ ἀρετῇ τῇ παρὰ τοῦ θεοῦ ὑμῖν δωρηθείσῃ, καὶ συνεργούσης τῆς ἁγίας τριάδος, ἐν ᾗ τὴν ἐλπίδα πᾶσαν ἀνεθέμεθα, ποιήσωμεν τοὺς ἐναντίους μετὰ αἰσχύνης ἐκ τῶν ἐντεῦθεν κακῶς ἀναχωρήσωσιν.»
Ἀκούσαντες δὲ οἱ δυστυχεῖς Ῥωμαῖοι καρδίαν ὡς λέοντες ἐποίησαν, καὶ ἀλλήλοις συγχωρηθέντες ᾔτουν εἷς τῷ ἑτέρῳ καταλλαγῆναι, καὶ μετὰ κλαυθμοῦ ἐνηγκαλίζοντο, μήτε φιλτάτων τέκνων μνημονεύοντες οὔτε γυναικὼν ἢ πλούτου φροντίζοντες, εἰ μὴ μόνον τοῦ ἀποθανεῖν ἵνα τὴν πατρίδα φυλάξωσι. Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε, καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ θεοῦ λόγου σοφίας ἐλθὼν καὶ προσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα μυστήρια μετέλαβεν. Ὁμοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν. Εἶτα ἐλθὼν εἰς τὰ ἀνάκτορα ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας, ἐν τῇδε τῇ ὥρᾳ τις διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίῳ; Εἰ καὶ ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι.
Καὶ ἀναβὰς ἐφ᾿ ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη [...]
Οι αρχηγοί των φρουρίων ακούν την ενθαρρυντική ομιλία του αυτοκράτορα με απόλυτη προσοχή.
Χαρακτικό από τον Γάλλο καλλιτέχνη, εικονογράφο, γλύπτη και χαράκτη Γκυστάβ Ντορέ (1832-1883).

Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἴπποις καὶ δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλαιότητι, ἢν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου