ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Τρίτη, 29 Μαΐου 2018

Μαρτυρικά της Αλώσεως 1453

Μαρτυρικά της Αλώσεως 1453, υπό Σίμωνος Καρά


Δεῦτε μαρτυρικήν ἀδελφοί, μετ’ ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα γενναίως ἀγωνισθεῖσα κατά βαρβάρων πολλῶν Κωνσταντίνου ταύτης προεξάρχοντος.

 Στρατόν γενναιότατον, ἱερότατον σύνταγμα, συνασπισμόν τέ ἀρραγῆ καί ἀνίκητον τά τῆς πίστεως καί τοῦ γένους καυχήματα. 

Μάρτυρας τῆς ἁλώσεως χορείαν τήν ἔνθεον, τῆς ἐκκλησίας τούς πρέσβεις τούς δυνατῶς ἱκετεύοντας, Χριστόν καταπέμψαι, τῷ λαῶ αὐτοῦ εἰρήνην καί μέγα ἔλεος.

 Χαίροις συναγωγή κραταιά καί ἱερά καί τροπαιοῦχος παράταξις οἱ πύργοι τῆς εὐσεβείας, οἱ στρατιῶται Χριστοῦ οἱ στερροί ὀπλίται καί ἀήττητοι. 

Τόν νοῦν εὐτονώτατοι, καί ψυχήν ἀντρειώτατοι τῷ ὄντι θεῖοι καί Θεῶ ποθεινώτατοι χορός ἅγιος καί θεοληπτον σύστημα. 

Μάρτυρες τῆς ἁλώσεως, σύν Κωνσταντίνῳ ἐν βασιλήδι τή πόλει στεφάνους δόξης δεξάμενοι.

 Χριστόν δυσωπεῖτε τῷ λαῶ αὐτοῦ δοθεῖναι τό μέγα ἔλεος. Χαίροις τροπαιοφόρος πληθύς οἱ ἐν πολέμοις ἀνδρικῶς ἀριστεύσαντες, ἀστέρες οἱ διελθῶντες διά βασάνων πολλῶν καί τήν οἰκουμένην καταπλήξαντες. 

Τήν γῆν οὐρανώσαντες καί τά πάντα φωτίσαντες, οἱ ἐν τοῖς κόλποις Ἀβραάμ νῦν θαλπόμενοι καί χορεύοντες σύν ἀγγέλων στρατεύμασι. 

Μάρτυρες τῆς ἁλώσεως, τά ἄνθη τά πνέοντα ὀσμήν βεβαίας ἐλπίδος εἰς τήν τοῦ γένους ἀνάστασιν Χριστόν δυσωπεῖτε τῷ λαῶ αὐτοῦ δοθεῖναι τό μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια: