Αποστολικό ανάγνωσμα Κυριακής μετά τα Φώτα:
(Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)
(Εφεσ. δ’, 7-13)
Εἶναι ὅλοι οἱ ἄνθρωποι μεταξύ τους ἴσοι;
Ἔχουν ὅλοι οἱ ἄνθρωποι ἴσες δυνατότητες;
Εἶναι καλό σὲ μία κοινωνία νὰ ὑπάρχει ἀνισότητα;
Τὶ θὰ συμβεῖ ὅταν ὅλοι οἱ ἄνθρωποι γίνουν ἴσοι;
Μπορεῖ ἡ ἰσότητα νὰ ὁδηγήσει στὴν ἀναρχία;
Ἄν ἐπιτευχθεῖ ἡ ἰσότητα μετὰ ἀκολουθεί ἡ δημιουργία, ἐξ ἀνάγκης, τῆς ἀνισότητας!
Παρατηρεῖται ἰσότητα στὴν φύση;
Ἡ ἀνισότητα συνδέει.
Μπορεῖ κάποιος πιστὸς καὶ εὐσεβὴς νὰ πιστεύει στὴν ἰσότητα;
Ὁμιλία περὶ τοῦ ψευδεπιπλάστου νεοφανοῦς συστήματος τῆς μεταξὺ τῶν ἀνθρώπων ἰσότητος
Ὑπόθεσιν προβάλλει ἡ σήμερον ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ θαῤῥήμονος Παύλου, ἐναντιουμένην εἰς τὸ ψευδίπλαστον νεοφανὲς σύστημα τῆς μεταξὺ τῶν ἀνθρώπων ἰσότητος· αὐτὸς κηρύττει φανερά, ὅτι ὁ Θεὸς κατέστησεν ἄλλους μὲν ἀποστόλους, ἄλλους δὲ προφήτας, ἄλλους δὲ εὐαγγελιστάς, ἄλλους δὲ ποιμένας, ἄλλους δὲ διδασκάλους· τὰ αὐτὰ δὲ ἔγραψε πλατύτερον ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ αὐτοῦ, λέγων· «Καὶ οὕς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν» (Ἐφεσ. δ΄, 11)· ταῦτα δὲ εἰπών, ἐξελέγχει εὐθὺς τὴν ἰσότητα, λέγων· μήπως νομίζητε, ὅτι πάντες εἰσὶν ἴσοι; «μὴ πάντες, ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν» (α΄ Κορ. ιβ΄, 28);
Οὐχί, λέγει· οὐχ οὕτως ἔχουσι τὰ πράγματα· ὅθεν ἔχετε ζῆλον καὶ προθυμίαν, ἵνα ἀπολαύσητε τὰ ἀνώτερα χαρίσματα. Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Ταῦτα πάντα, ὡς ἀκούετε, τὴν μεταξὺ τῶν ἀνθρώπων ἀνισότητα ἐκπεφασμένως διδάσκουσι. Ποία οὖν ἐστιν ἡ βάσις τῆς εἰς τοὺς παρόντας καιροὺς κωδωνιζομένης ἰσότητος; ποῦ θεμελιοῦται αὐτή; Ποῦ στηρίζεται; Οὐδαμοῦ. Αὐτὴ ἐστὶν ἐναντία τῶν νόμων τοῦ Θεοῦ, ἐναντία τῶν πολιτικῶν διατάξεων, ἐναντία πάντων τῶν ὁρωμένων κτισμάτων, ἐναντία τέλος πάντων καὶ αὐτῶν τῶν τῆς ἀνθρωπίνης φύσεως ἰδιωμάτων. Ἐὰν μετὰ προσοχῆς ἀκούσητε τὰ ἐξῆς, ἴσως λάβετε περὶ τούτου τελείαν τὴν πληροφορίαν.
Βλέπομεν εἰς τὴν παλαιὰν διαθήκην, ὅτι ὁ Θεὸς πολλὰ ἐνομοθέτησε περὶ δεσποτῶν καὶ δούλων· ὅταν ἐλάλησε περὶ τῆς τοῦ σαββάτου ἐντολῆς, διέταξεν, ἵνα καὶ οἱ δοῦλοι μηδὲν ἐργάζωνται ἐκείνῃ τῇ ἡμέρᾳ.
«Οὐ ποιήσεις, εἶπεν, ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου» (α΄ Κορ. ιβ΄, 28). ὁμοίως δὲ καὶ ὅταν ἐνομοθέτησε τὴν τελετὴν τοῦ πάσχα, παρήγγειλεν, ἵνα καὶ οἱ δοῦλοι ἐσθίωσι τὸ πάσχα. «Ἁλλ’ ἤ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾦ ἄν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου» (Δευτ. ιβ΄, 15)· ἀλλὰ καὶ περὶ τῶν ἑορτῶν ἐνετείλατο, ἵνα καὶ οἱ δοῦλοι πανηγυρίζωσιν ἐν ταῖς ἑορτασίμους ἡμέραις· «Καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου» (Δευτ. ιστ΄, 14).
Ἐπειδὴ οὖν ὁ θεὸς ἐνομοθέτησε τὰ περὶ τῶν δούλων, φανερὸν ἐστίν, ὅτι διώρισε τάξιν δεσποτῶν καὶ δούλων καὶ ἑπομένως ἐνομοθέτησεν ἀνισότητα ὁρατήν· διότι τὶς οὖ βλέπει, ἤ τὶς οὺ γνωρίζει, πόση ἀνισότης ἐστὶ μεταξὺ δεσπότου καὶ δούλου;
Ἀλλ’ ὁ θεός, λέγεις, διέταξε τὰ περὶ τῶν δούλων, ἐπειδὴ οἱ ἄνθρωποι πρὸ τῆς θείας αὐτοῦ νομοθεσίας, κακῶς μετελθόντες τῆς ἀνθρωπίνης φύσεως τὸ δικαίωμα εἶχον δούλους. Πώς; Ὁ Θεός, ὁ πανυπερτέλειος καὶ παντοδύναμος, ἔδωκε νόμους, ἵνα βεβαιώσῃ τὰς καταχρήσεις καὶ τὰς ἀδικίας τῶν ἀνθρώπων, τοῦτο ἐστιν ἀτοπώτατον καὶ βλάσφημον. Ὁ πανυπεράγαθος νομοθέτης διά τοῦτο παρέδωκε τοὺς θείους αὐτοῦ νόμους, ἵνα διορθώσῃ τὰς καταχρήσεις καὶ ἀδικίας καὶ φανερώσῃ τὰ θεῖα καὶ ἀνθρώπινα δικαιώματα· αὐτὸς ὡς παντεξούσιος ἠδύνατο νομοθετῆσαι τὴν διόρθωσιν ταύτης τῆς ἀδικίας· εἶχεν ὡς δημιουργὸς πᾶσαν τὴν ἐξουσίαν εἰπεῖν· ἄνθρωποι, πάντες ἐστὲ ἴσοι· ἵνα τὶ ἄλλος μὲν γίνεται δεσπότης, ἄλλος δὲ δοῦλος; ἀπολύσατε τοὺς δούλους, μηδεὶς ἐχέτω δοῦλον, ἀλλὰ καθεὶς ὑπηρετείτω ἑαυτόν· καὶ ὅμως αὐτὸς οὐ μόνον οὐδὲν τοιοῦτον εἶπεν, οὖ μόνον διέταξε τὰ περὶ τῶν δούλων, ἀλλὰ καὶ ἐνομοθέτησεν, ἵνα κτήσωνται δούλους· ἄκουσον, πόσον φανερῶς περὶ τούτου ἐλάλησε· «Καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἄν γένωνταί σοι, ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σου εἰσίν, ἀπ’ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην» (Λευϊτ. κε΄, 44).