ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Παρασκευή, 3 Ιανουαρίου 2020

Παρακλητικός Κανών Ἁγίας ΙΟΥΛΙΑΝΗΣ τοῦ Λαζάρεβο


Σχετική εικόνα

Ἀντ. Μάρκου

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ταῖς τῆς Ὁσίας ἱκεσίαις, Οἰκτῆρμον,* Ἰουλιανῆς τῆς ἐν Ῥωσίᾳ ἐκλαμψάσης,* τῆς ἐν Λαζάρεβῳ Μητρός ἡμῶν τῆς θαυματουργοῦ·* πέμψον τά ἐλέη Σου*ἐπί λαόν ἀσεβοῦντα* καί παραπικραίνοντα,* Σέ τόν τῶν ὅλων Δεσπότην·* αὕτην προσάγoμεν γάρ ὡς πρεσβευτήν,*ὡς κεκτημένην, τήν χάριν Σου, Κύριε.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.

Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν,*οἱ τυραννούμενοιἐχθροῦ δυναστείᾳ,*τῇθεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς·*σπεῦσον, Κόρη, ῥύσασθαι* τῶν τοῦ Βελίαρ παγίδων* καί τῆς καταθλίψεως* καί τῆς δαιμόνων μανίας·* Σοί γάρ προσάγομεν πρεσβείαν εὐκλεῆ,* Ἰουλιανήν τήν Σήν θεράπαινα.

Ψαλμός Ν΄ (50).

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΙΟΥΛΙΑΝΗΝ ΤΗΝ ΕΛΕΗΜΟΝΑ ΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ.

ᾨδή α΄.
Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἰουλιανήν τήν θαυματουργόν* ὑμνήσωμεν πάντες,* αὐτῇ προσπίπτοντες οἱ πιστοί·* αἰτούμενοι θείας βοηθείας* παρά Κυρίου, αὐτῆς ταῖς δεήσεσι.

Ὄγκον ἁμαρτίας τόν τῆς ψυχῆς* καί σώματος ἅμα* ἀποδίωξον ἀπ’ ἐμοῦ,* ἐλέους σου τῷ κρούοντι τήν θύραν,* ὡς Ἐλεήμων ἐλέει ἐλέησον.

Ὑγείαν καί ἄνεσιν δός ἡμῖν,* ἐλεῆμον Μῆτερ,* Ὀρθοδόξων ὁ βοηθός·* ἐν γάρ ἐν τῷ Μούρωμ ναῷ σου,* πάντες προσφεύγoμεν ἐν περιστάσεσι.

Θεοτοκίον.Λύτρωσαι, Κόρη τῶν Οὐρανῶν,* λιταῖς τῆς Ὁσίας,* καί εὐσπλάχνως ἰδέ ἡμᾶς,* τους κατακλυσμῷ τῆς ἁμαρτίας,* παρασυρθέντας εἰς βάθη κολάσεως.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ἰδεῖν τοῦ Πνεύματος, Μῆτερ,* ἐπιζητοῦμεν οἱ ἄθλιοι,* ἐφ’ ἡμᾶς ἐξ οὐρανῶν εὐλογίαν* καί τήν στερέωσιν,* ἐν τῇ ἀγάπῃ Χριστοῦ,* ὑπέρ ἡμῶν τοῦ παθόντος,* σαῖς θερμαῖς δεήσεσι,* θείοις τε ἐντεύξεσι.

Ἄρον κύκλῳ καί εἶδε* καθικετεύομεν, πρόφθασον,* πᾶσι αὐγασθῆναι τοῖς πόθῳ* πρός σέ προσφεύγουσι,* τῷ ἐν τῷ Μούρωμ ναῷ* καί τῇ σεπτῇ σου Εἰκόνι,* τοῦ λαβεῖν τήν ἴασιν,* ταῖς σαῖς δεήσεσι.

Νεῦσον, Μῆτερ, τοῖς πόθῳ* ὑπό τήν σκέπην σου σπεύδουσι* καί γονυκλινῶς αἰτουμένοις* τήν σήν ἀντίληψιν·* μή ἐπιλάθου ἡμῖν,* τῶν ἐξ Ἑλλάδος σῶν τέκνων* καί τῶν ὁμοχώρων σου,* ἀγάπης ἔσοπτρον.
Θεοτοκίον.

Ἡμεῖς ἄδομεν, Κόρη,* τά Σά θαυμάσια ψάλλοντες,* χαῖρε τῶν Παρθένων ἡ δόξα,* ἡμῶν τό στήριγμα·* ταῖς πρεσβείαις, Σεμνή,* Ἰουλιανῆς πανευφήμου,* πάντας περιφρούρησον,* θεία Μουρώμσκαγια.

Διάσωσον* ταῖς τῆς Ἁγίας πρεσβείαις Παντελεῆμον,* ὅτι πάντες κατόπιν Σοῦ αὐτῇ καταφεύγομεν,* ὡς ἐχούσης τήν πρός Σέ παῤῥησίαν.

Ἐπίβλεψον* ἐπικαμπτόμενος Θεοτόκου* καί τῆς Ἁγίας ταῖς λιταῖς Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς* καί λύτρωσαι τόν λαόν Σου.



Κάθισμα.
Ἦχος πλ. δ΄. Τήν Σοφίαν καί Λόγον.
Τούς ἀγῶνας καί κόπους τούς σούς, πιστοί* νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς,* πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα* καί πρός θεῖον ὕμνον* καί δόξαν καί αἴνεσιν,* τοῦ Κυρίου πάντων,* τοῦ τῶν ὅλων δεσπόζοντος,* πόθῳ ἐγκαρδίῳ* ἑαυτούς συγκινοῦμεν,* ὠδαῖς σέ γεραίροντες,* ὡς τῶν Ἁγίων ὁμότροπον* καί πιστῶς ἐκβοῶμεν σοι·* πρόφθασον ἰλέωσαι Κριτήν,* ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν·* Τοῦτον ἐπίκαμψον τῇ πρεσβείᾳ σου Μῆτερ,* ἡ τῆς Ῥωσίας καί κόσμου ἀγλάϊσμα.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ναῷ καί θήκῃ τιμίᾳ* τοῖς τῷ σῷ λειψάνῳ προσφεύγουσι,* τῇ δυνάμει τῇ τοῦ Πνεύματος,* ῥῦσαι ἐνεργειῶν τῶν τοῦ ἀλάστορος.

Τῆς τοῦ Κυρίου δούλης* Ἰουλιανῆς ἐλεήμονος* τῇ Εἰκόνι νῦν προσπίπτοντες* τῇ θαυματουργῷ, κατασπαζόμεθα.

Ἡμῶν ἁπάντων προστάτην* τῶν τε τρυχωμένων παντίαις θλίψεσι,* ἀνυμνήσωμεν θεόφρονες,* Ἰουλιανή τήν ἐλεήμονα.

Θεοτοκίον.Νῦν προνοίᾳ Σου, Κόρη,* ἀπό καρδίας προσπίπτομεν,* τήν βεβαίαν Σου αἰτούμενοι* καί ἀναγκαίαν πᾶσιν ἡμῖν ἀντίληψιν.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἐπόμβρισον ἡμῖν* τοῖς προσπίπτουσι σῇ χάριτι* καί αἰτουμένοις ἀπό σοῦ τόν ἱλασμόν,* Ἰουλιανή ἐλεήμων καί φιλάνθρωπε.

Λάμψον ἐφ’ ἡμᾶς* ταῖς εὐχαῖς σου τήν τοῦ Πνεύματος* φωτίζουσαν ψυχάς μαρμαρυγήν,* ὡς τοῦ Κυρίου δούλη καί θεράπαινα.

Ἔλαμψιν ἡμῖν* τοῖς ἱκέταις σου κατάπεμψον*, τοῖς προστρέχουσι σῇ σκέπῃ καί ναῷ* ἐν ᾧ κεῖται τό σόν λείψανον τό ἄφθαρτον.
Θεοτοκίον.

Ἤρθησαν ὑπέρ* κεφαλῆς τά ἁμαρτήματα,* πλήν ἐπίκαμψον λιταῖς Σου τόν Θεόν* καί Υἱόν Σου,* ὦ Μητράναδρε Πανύμνητε.

ᾨδή στ΄. Τήν δέησιν.
Μυρίζεις* μύροις σοῦ θείου λειψάνου,* τάς ψυχάς τῶν προσιόντων σοι, Μῆτερ,* ἡ μυρεψός τῆς ἀγάπης δειχθεῖσα* καί μυροδόχος ἐλέους· μυρίζουσα* ἀποφοράν τήν τῶν πληγῶν,* τῶν τῆς ψυχῆς καί τοῦ σώματος, ἔνδοξε.

Ὁλόκληρον* τόν δυσωδίᾳ καί ῥύπῳ* λελουσμένον τῇ ψυχῇ καί τό δέμας,* ὡς μυροδόχος τοῦ Μύρου τοῦ Μόνου,* μυρῖσαι σπεῦσον καί λοῦσαι, Φιλάνθρωπε,* παντελεήμων Ἰουλιανή,* τό τῆς ἀγάπης τῆς θείας ἐκτύπωμα.

Ναόν Θεοῦ* τήν οἰκογένειαν ποίησον,* σαῖς ἐμπύροις πρός τόν Κύριον πρεσβείαις·* μήτηρ γάρ ὤφθης καλλίτεκνος ἐν πᾶσι,* εὐφραινομένη ἐπί τέκνοις καί χαίρουσα· διό ὡς προστάτης ἀληθῶς,* οἰκογενείας τοῦ λίκνου τετίμησαι.
Θεοτοκίον.

Ἀγάθηνον,* τοῖς δεομένοις, Παρθένε,* καί ἐπικάμφθητι φωνῇ τῶν ἱκετῶν Σου,* Χριστόν δυσώπει Σοῦ δεόμεθα, Κόρη,* τοῦ ἐλεῆσαι ἡμᾶς τούς προστρέχοντας,* ὑπό τήν σκέπην τήν σεπτήν* Σοῦ τῆς Μητρός Του, Μαρία Θεόνυμφε.

Διάσωσον* ταῖς τῆς Ἁγίας πρεσβείαις Παντελεῆμον,* ὅτι πάντες κατόπιν Σοῦ αὐτῇ καταφεύγομεν,* ὡς ἐχούσης τήν πρός Σέ παῤῥησίαν.

Ἐπίβλεψον* ἐπικαμπτόμενος Θεοτόκου* καί τῆς Ἁγίας ταῖς λιταῖς Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς* καί λύτρωσαι τόν λαόν Σου.

Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ τῆς θείας χάριτος πεπληρωμένη,* τοῦ Χριστοῦ θεράπαινα* μήτηρ σεπτή Ἰουλιανή,* ἐν εὐποιΐᾳ ἐκραύγαζε,* διά ἐλέους ὁπίσω Σου ἔδραμον.


Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. ιε΄ 17 – στ΄ 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ.

Δόξα. Ταῖς τῆς Σῆς Ἁγίας…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Στ. Ἐλέησόν με, ὁ Θεός,…

Προσόμοιον.
Ἦχος πλ. β΄.Ὅλην ἀποθέμενοι.
Δεῦτε Ἰουλιανήν* τήν τοῦ Λαζάρεβῳ ὕμνοις* καί ὡδαῖς τιμήσωμεν,* οἱ αὐτῇ προσπίπτοντες μετά πίστεως·* τῷ Θεῷ αὕτη γάρ,* ὑπέρ λαοῦ ἅπαντος,* μετά ζέσεως προσδέεται,* ἐπιδαψιλεύουσα* ἡμῖν τήν τοῦ Κυρίου ἀντίληψιν* καί Τούτου τήν σωτήριον* ἐπί τοῖς δεομένοις βοήθειαν·* χαῖρε αὐτῇ βοῶντες,* δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν* καί τῆς Αὐτοῦ παρατάξεως* μέλος τιμιώτατον.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕμνος ἡ σή ἐφάνη* βιοτή Κυρίῳ* τῷ Θεῷ σου, διό ἀξιάγαστε,* Ῥωσίας πέλεις κλέος* καί Ἐκκλησίας δόξα,* ἥ καί ψάλλει κραυγάζουσα·* ὁ Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Μέγιστα ἐργάζῃ* καί μετά λῆξιν, Μῆτερ,* νῦν σημεῖα καί θαύματα* τεράστια τοῖς πᾶσι,* τοῖς πόθῳ προσιοῦσι* και μετά πόθου κραυγάζουσι·* ὁ Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Νόσων πολυτρόπων* ἰατρός ἐδόθης,* διό τά πάθη θεράπευσον,* πληγάς τε ἀοράτους* καί τάς ὀρωμένας* ἡμῶν, τῶν πίστει βοώντων σοί·* ὁ Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.

Θεοτοκίον.
Ὦ Κόρη καί Παρθένε,* ἐπαίρουσα μή παύῃς* χεῖρας Υἱῷ Σου καί Θεῷ·* ἀνάψυξον, Κυρία,* ψυχάς πεπυρωμένας,* τῶν μετά πόθου βοώντων Σοι·* χαῖρε οὐράνιε λιμήν,* πάντων τῶν σωζομένων.

ᾨδή η΄. Τόν Βασιλέα.
Ἅπαντες πίστει* εἰλικρινεῖ προσιῶμεν,* τῇ θήκῃ τῶν σεπτῶν σου λειψάνων,* ψυχῶν τε καί σωμάτων* λαμβάνοντες τήν ῥῶσιν.

Ναός καί λάρναξ* μητρός τῆς φιλανθρώπου,* ἱατρεῖον ἱερόν πρόκεινται τοῖς πᾶσι,* τῶν τιμώντων αὐτῆς* μνήμην τήν θειοτάτην.

Τόν Ἐλεήμονα* Θεόν, Μῆτερ ἐμιμήσω* διό προστάτης ἡμῶν καί ἔφορος νῦν πέλεις,* ἐλεημοσύνης* ῥαίνουσα τήν δρόσον.

Θεοτοκίον.
Ὦ τῆς ψυχῆς μου* δεινῆς ἀορασίας·* φωταγώγησόν μεν Σύ,* φωτός ἀκτίστου Μῆτερ,* τοῦ δεομένου* τυχεῖν τοῦ Σοῦ ἐλέους.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Νικήσασα τόν κόσμον,* ἐν πόλῳ ἐπιπολεύεις* καί ταῖς Ἁγίων χορείαις εὐφραίνει νῦν,* ἡμῖν ὀμβρίζουσα ἀφειδῶς,* τοῦ Παρακλήτου τήν δρόσον τοῦ Πνεύματος.

Ἴδε μου τήν πτωχείαν,* τοῦ ταῦτα στιχουργοῦντος* καί σαῖς πρεσβείαις πρός Κύριον πλούτισον* διψῶσαν τήν ἐμήν ψυχήν,* τῶν δωρεῶν καί χαρίτων τοῦ Πνεύματος.

Ὄγκον ἀνομιῶν μου* καί τῶν πταισμάτων λῦσον,* τό δέ χειρόγραφον, Μῆτερ, διάρρηξον* τῆς ἁμαρτίας, τοῦ τήν σήν* ἁγίαν μνήμην τοῖς πᾶσι κηρύττοντος.
Θεοτοκίον.

Σωτῆραν ἡ τεκοῦσα,* Παρθένε Θεοτόκε,* σύν τῇ Ὁσίᾳ Κυρίῳ πρεσβεύσατε,* ἵνα δωρήσῃ πᾶσιν ὡς Θεός,* ἁμαρτημάτων τήν λύσιν καί ἄφεσιν.

Μεγαλυνάρια.
Ἄξιον ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τήν Θεοτόκον,* τήν ἀειμακάριστον καί παναμώμητον* καί μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τήν τιμιωτέραν τῶν Χερουβείμ* καί ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,* τήν ὄντως Θεοτόκον* Σέ μεγαλύνομεν.

Χαίροις τῶν Δικαίων ἡ καλλονή,* Ἰουλιανή θεία,* τῆς Ῥωσίας ὁ στολισμός·* χαίροις οἰκογενείας ἡ ἀπό Θεοῦ προστάτης,* πάντων τῶν Ὀρθοδόξων* εὐχαῖς Σου πρόμαχος.

Χαίροις ἡ Ῥωσίας γόνος λαμπρά,* πόλεως τοῦ Μούρωμ* πολιοῦχος καί βοηθός,* πάντων Ὀρθοδόξων τῶν ἐπικαλουμένων,* τήν Σήν θερμήν πρεσβείαν* καί τήν ἀντίληψιν.

Ἁγία γλυκυτάτη Μῆτερ ἡμῶν, τούς σοί προσφυγόντας* σπεῦσον τοῦ σῶσαι τῶν πονηροῦ* προσβολῶν ματαίων* καί τείχισον εὐχαῖς σου,* πάντας τούς Ὀρθοδόξους,* τούς ἀνυμνοῦντας σε.

Τούς ἀθροιζομένους τῷ σῷ ναῷ,* ἀοράτων πάντας,* ὁρατῶν τε ἐπιβουλῆς,* ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι,* ὑπό τῆς χάριτός σου,* Μῆτερ ἀοίδημε.

Τά πεπυρωμένα βέλη τά τοῦ ἐχθροῦ,* ἐνέδρᾳ παγίδων* διασκέδασον ἐξ ἡμῶν,* τῇ δυνάμει, Μῆτερ, τῇ ἐκ Θεοῦ δοθείσῃ,* ὅπως αὐτῶν ῥυσθέντες* σέ μεγαλύνομεν.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καί τά Τροπάρια ταῦτα.


Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,* ἐλέησον ἡμᾶς·* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς,* ἐπί Σοί γάρ πεποίθαμεν·* μή ὀργισθῆς ἡμῖν σφόδρα,* μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν·* ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος* καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.* Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου,* πάντες ἔργα χειρῶν Σου* καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσωμεν,* ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπόλυσις.
Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τῆς Ἁγίας καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια.


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε προσκυνήσωμεν πιστοί,* ἱεράν εἰκόνα καί θήκην θείου Λειψάνου τε,* Ἰουλιανῆς θεόφρονος, ἡμῶν προστάτιδος* καί ταύτῃ προσείπωμεν* σεμνῶς μελωδοῦντες,* χαῖρε εὐωδέστατον δοχεῖον Πνεύματος·* δόξα τῆς Χριστοῦ Ἐκκλησίας,* ἡμῶν δέ προστασία ἐν ἀνάγκαις,* πάντων Ὀρθοδόξων τε ἡ ἀντίληψις.

Δέσποινα πρόσδεξαι* τάς δεήσεις τῶν δούλων Σου* καί λύτρωσαι ἡμᾶς* ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου* εἰς Σέ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπό τήν σκέπην Σου.


Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Τῶν ἐν κόσμῳ πραγμάτων τήν ματαιότητα,* Οὐρανῶν Βασιλείας χαράν τήν μένουσαν* κατανοήσασα, σεμνή,* ταύτης τετύχηκας*, δι’ ἐργασίας ἀρετῶν* τῆς πρός πλησίον ἀγάπης·* διό ἐν ὕμνοις εὐήχοις,* ὡς κεκτημένην παρρησίαν,* Ἰουλιανή σέ μακαρίζομεν.


Στίχοι·
Οἰκογενείας λῖκνον βαλλόμενον κυκλόθεν,
παντοίαις προσβολαῖς, σύ Μῆτερ περιφρούρει,
ὡς μήτηρ ὑπάρξασα τέκνων τριῶν και δέκα,
καλλίτεκνος οὐ μόνον πολύτεκνος φανεῖσα.

1 σχόλιο:

Καθηγητής Αντ.Μάρκου είπε...

Σας ευχαριστώ π. Γεώργιε. Ευλογημένο το νέο έτος.