Από τα Στιχηρά Ιδιόμελα του Εσπερινού της Εορτής
***Ὦ θεία καὶ ἱερὰ τῆς Χριστοῦ Ἐκκλησίας μέλισσα, Βασίλειε παμμακάριστε· σὺ γὰρ τοῦ θείου πόθου τῷ κέντρῳ, σεαυτὸν καθοπλίσας, τῶν θεοστυγῶν αἱρέσεων τάς βλασφημίας κατέτρωσας· καὶ ταῖς ψυχαῖς τῶν πιστῶν εὐσεβείας τὸν γλυκασμὸν ἐθησαύρισας
***Πάντων τῶν ἁγίων ἀνεμάξω τάς ἀρετάς…., Μωϋσέως τὸ πρᾶον, Ἠλιοὺ τὸν ζῆλον, Πέτρου τὴν ὁμολογίαν, Ἰωάννου τὴν Θεολογίαν, ὡς ὁ Παῦλος ἐκβοῶν οὐκ ἐπαύσω. Τὶς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅθεν σὺν αὐτοῖς αὐλιζόμενος, ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου