ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Κυριακή 14 Ιανουαρίου 2024

Ὁμιλία περί τοῦ ψευδεπιπλάστου νεοφανοῦς συστήματος τῆς μεταξύ τῶν ἀνθρώπων ἰσότητος

Αποστολικό ανάγνωσμα Κυριακής μετά τα Φώτα:
(Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Εφεσ. δ’, 7-13)

Εἶναι ὅλοι οἱ ἄνθρωποι μεταξύ τους ἴσοι;
Ἔχουν ὅλοι οἱ ἄνθρωποι ἴσες δυνατότητες;
Εἶναι καλό σὲ μία κοινωνία νὰ ὑπάρχει ἀνισότητα;
Τὶ θὰ συμβεῖ ὅταν ὅλοι οἱ ἄνθρωποι γίνουν ἴσοι;
Μπορεῖ ἡ ἰσότητα νὰ ὁδηγήσει στὴν ἀναρχία;
Ἄν ἐπιτευχθεῖ ἡ ἰσότητα μετὰ ἀκολουθεί ἡ δημιουργία, ἐξ ἀνάγκης, τῆς ἀνισότητας!
Παρατηρεῖται ἰσότητα στὴν φύση;
Ἡ ἀνισότητα συνδέει.
Μπορεῖ κάποιος πιστὸς καὶ εὐσεβὴς νὰ πιστεύει στὴν ἰσότητα;


Ὁμιλία περὶ τοῦ ψευδεπιπλάστου νεοφανοῦς συστήματος τῆς μεταξὺ τῶν ἀνθρώπων ἰσότητος

  Ὑπόθεσιν προβάλλει ἡ σήμερον ἀναγνωσθεῖσα ἐπιστολὴ τοῦ θαῤῥήμονος Παύλου, ἐναντιουμένην εἰς τὸ ψευδίπλαστον νεοφανὲς σύστημα τῆς μεταξὺ τῶν ἀνθρώπων ἰσότητος· αὐτὸς κηρύττει φανερά, ὅτι ὁ Θεὸς κατέστησεν ἄλλους μὲν ἀποστόλους, ἄλλους δὲ προφήτας, ἄλλους δὲ εὐαγγελιστάς, ἄλλους δὲ ποιμένας, ἄλλους δὲ διδασκάλους· τὰ αὐτὰ δὲ ἔγραψε πλατύτερον ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ αὐτοῦ, λέγων· 
«Καὶ οὕς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν» (Ἐφεσ. δ΄, 11)· ταῦτα δὲ εἰπών, ἐξελέγχει εὐθὺς τὴν ἰσότητα, λέγων· μήπως νομίζητε, ὅτι πάντες εἰσὶν ἴσοι; «μὴ πάντες, ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν» (α΄ Κορ. ιβ΄, 28); 

 Οὐχί, λέγει· οὐχ οὕτως ἔχουσι τὰ πράγματα· ὅθεν ἔχετε ζῆλον καὶ προθυμίαν, ἵνα ἀπολαύσητε τὰ ἀνώτερα χαρίσματα. Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Ταῦτα πάντα, ὡς ἀκούετε, τὴν μεταξὺ τῶν ἀνθρώπων ἀνισότητα ἐκπεφασμένως διδάσκουσι. Ποία οὖν ἐστιν ἡ βάσις τῆς εἰς τοὺς παρόντας καιροὺς κωδωνιζομένης ἰσότητος; ποῦ θεμελιοῦται αὐτή; Ποῦ στηρίζεται; Οὐδαμοῦ. Αὐτὴ ἐστὶν ἐναντία τῶν νόμων τοῦ Θεοῦ, ἐναντία τῶν πολιτικῶν διατάξεων, ἐναντία πάντων τῶν ὁρωμένων κτισμάτων, ἐναντία τέλος πάντων καὶ αὐτῶν τῶν τῆς ἀνθρωπίνης φύσεως ἰδιωμάτων. Ἐὰν μετὰ προσοχῆς ἀκούσητε τὰ ἐξῆς, ἴσως λάβετε περὶ τούτου τελείαν τὴν πληροφορίαν.

 Βλέπομεν εἰς τὴν παλαιὰν διαθήκην, ὅτι ὁ Θεὸς πολλὰ ἐνομοθέτησε περὶ δεσποτῶν καὶ δούλων· ὅταν ἐλάλησε περὶ τῆς τοῦ σαββάτου ἐντολῆς, διέταξεν, ἵνα καὶ οἱ δοῦλοι μηδὲν ἐργάζωνται ἐκείνῃ τῇ ἡμέρᾳ. 
«Οὐ ποιήσεις, εἶπεν, ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου» (α΄ Κορ. ιβ΄, 28). ὁμοίως δὲ καὶ ὅταν ἐνομοθέτησε τὴν τελετὴν τοῦ πάσχα, παρήγγειλεν, ἵνα καὶ οἱ δοῦλοι ἐσθίωσι τὸ πάσχα. «Ἁλλ’ ἤ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾦ ἄν ἐκλέξηται Κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου» (Δευτ. ιβ΄, 15)· ἀλλὰ καὶ περὶ τῶν ἑορτῶν ἐνετείλατο, ἵνα καὶ οἱ δοῦλοι πανηγυρίζωσιν ἐν ταῖς ἑορτασίμους ἡμέραις· «Καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου» (Δευτ. ιστ΄, 14). 
Ἐπειδὴ οὖν ὁ θεὸς ἐνομοθέτησε τὰ περὶ τῶν δούλων, φανερὸν ἐστίν, ὅτι διώρισε τάξιν δεσποτῶν καὶ δούλων καὶ ἑπομένως ἐνομοθέτησεν ἀνισότητα ὁρατήν· διότι τὶς οὖ βλέπει, ἤ τὶς οὺ γνωρίζει, πόση ἀνισότης ἐστὶ μεταξὺ δεσπότου καὶ δούλου;

 Ἀλλ’ ὁ θεός, λέγεις, διέταξε τὰ περὶ τῶν δούλων, ἐπειδὴ οἱ ἄνθρωποι πρὸ τῆς θείας αὐτοῦ νομοθεσίας, κακῶς μετελθόντες τῆς ἀνθρωπίνης φύσεως τὸ δικαίωμα εἶχον δούλους. Πώς; Ὁ Θεός, ὁ πανυπερτέλειος καὶ παντοδύναμος, ἔδωκε νόμους, ἵνα βεβαιώσῃ τὰς καταχρήσεις καὶ τὰς ἀδικίας τῶν ἀνθρώπων, τοῦτο ἐστιν ἀτοπώτατον καὶ βλάσφημον. Ὁ πανυπεράγαθος νομοθέτης διά τοῦτο παρέδωκε τοὺς θείους αὐτοῦ νόμους, ἵνα διορθώσῃ τὰς καταχρήσεις καὶ ἀδικίας καὶ φανερώσῃ τὰ θεῖα καὶ ἀνθρώπινα δικαιώματα· αὐτὸς ὡς παντεξούσιος ἠδύνατο νομοθετῆσαι τὴν διόρθωσιν ταύτης τῆς ἀδικίας· εἶχεν ὡς δημιουργὸς πᾶσαν τὴν ἐξουσίαν εἰπεῖν· ἄνθρωποι, πάντες ἐστὲ ἴσοι· ἵνα τὶ ἄλλος μὲν γίνεται δεσπότης, ἄλλος δὲ δοῦλος; ἀπολύσατε τοὺς δούλους, μηδεὶς ἐχέτω δοῦλον, ἀλλὰ καθεὶς ὑπηρετείτω ἑαυτόν· καὶ ὅμως αὐτὸς οὐ μόνον οὐδὲν τοιοῦτον εἶπεν, οὖ μόνον διέταξε τὰ περὶ τῶν δούλων, ἀλλὰ καὶ ἐνομοθέτησεν, ἵνα κτήσωνται δούλους· ἄκουσον, πόσον φανερῶς περὶ τούτου ἐλάλησε· «Καὶ παῖς καὶ παιδίσκη, ὅσοι ἄν γένωνταί σοι, ἀπὸ τῶν ἐθνῶν, ὅσοι κύκλῳ σου εἰσίν, ἀπ’ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην» (Λευϊτ. κε΄, 44). 
 Πρὸς τούτοις δὲ τὶ ἄλλο, εἰμὴ ἀνισότητα, σημαίνει ἡ τόση ἐξουσία ὅσην ἔδωκεν ὁ Θεὸς εἰς τὸν Μωυσῆν, ἔπειτα εἰς τὸν Ἰησοῦν τοῦ Ναυή, ἔπειτα εἰς τοὺς Κριτάς, τὶ ἄλλο δὲ ἐφανέρωσεν, εἰμὴ ἀνισότητα, ὅταν ἔδωκε βασιλικὴν ἐξουσίαν εἰς τὸν Σαοὺλ κατὰ τὴν αἴτησιν τοῦ λαοῦ, ἔπειτα ἔκλεξεν αὐτὸς τὸν Δαβίδ, καὶ κατέστησεν αὐτὸν βασιλέα τοῦ Ἰσραήλ; Πόση δὲ ἀνισότης ἐστὶ μεταξὺ πλουσίου καὶ πτωχοῦ; καὶ ὅμως ἡ θεία γραφὴ διδάσκει, ὅτι ὁ ποιητὴς ταύτης τῆς ἀνισότητος ἐστιν ὁ Θεός· «Πλούσιος, λέγει, καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος» (Παροιμ. κβ΄, 2).

 Ἐὰν δὲ ἀνοίξῃς τὸ ἱερὸν εὐαγγέλιον, βλέπεις οἰκοδεσπότας καὶ μισθωμένους ἐργάτας, κυρίους τοῦ ἀμπελῶνος καὶ ἐπιτρόπους· βλέπεις κυρίους καὶ οἰκονόμους καὶ δούλους· βλέπεις βασιλεῖς αἴροντας λόγον μετὰ τῶν δούλων αὐτῶν, καὶ βασιλεῖς ποιοῦντας γάμους καὶ δούλους προσκαλοῦντας τοὺς κεκλημένους καὶ στρατεύματα πεμπόμενα πρὸς τιμωρίαν τῶν ἀπειθησάντων· τὶ ἄλλο δὲ ταῦτα σημαίνουσιν εἰμὴ ἀνισότητας; βλέπεις τέλος πάντων καὶ αὐτὸν τὸν πανυπεράγαθον καὶ δικαιότατον θεὸν μετὰ ἀνισότητος διαμερίζοντα τὰ τάλαντα·
 «Καὶ ᾦ μὲν ἔδωκε», λέγει, «πέντε τάλαντα, ᾦ δὲ δύο, ᾦ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν» (Ματθ. κε΄, 15). Εἴτι δ’ ἄν νοήσῃς ἀντὶ ταλάντου ἤ πλοῦτον ἤ δόξαν ἤ ἐπιστήμην ἤ τέχνην ἤ κάλλος ἤ ἐπιτηδειότητα, τὰ πέντε καὶ δύο καὶ ἕν, ἀνισότητα σημαίνουσιν· ἐπιβεβαιοῖ δὲ οὗτος ὁ εὐαγγελικὸς λόγος, ὅτι καὶ αὐταὶ αἱ δυνάμεις τῶν ἀνθρώπων οὐκ εἰσὶν ἴσαι, ἄλλ’ ἄνισοι· διότι λέγει «ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν». Μετὰ δὲ ταῦτα ἀκούεις αὐτὸν τὸν Θεὸν ζητοῦντα πολὺ παρ’ ἐκείνου, εἰς ὅν ἔδωκε τὸ πολὺ καὶ περισσότερον παρ’ ἐκείνου, εἰς ὅν ἔδωκε τὸ περισσότερον·
 «Παντὶ δέ, ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν» (Λουκ. ιβ΄, 48). 
 Ἐπειδὴ οὖν ὁ Θεὸς ἐστὶν ὁ ποιητὴς τῆς ἀνισότητος, ἔδωκε δὲ περὶ αὐτῆς νόμους, τὶς οὐ βλέπει, ὅτι ἡ ἰσότης ἐκ διαμέτρου ἐναντιοῦται εἰς τοὺς θείους αὐτοῦ νόμους; ἐπειδὴ ὁ πάνσοφος καὶ φιλανθρωπότατος θεὸς κατέστησεν ἀνίσους τοὺς ἀνθρώπους, τὶς οὐ βλέπει, ὅτι οἱ κηρύττοντες τὴν ἰσότητα, ἀντιφέρονται κατὰ τῶν νόμων τοῦ δημιουργοῦ τῆς κτίσεως καὶ βούλονται ἐξουδενῶσαι τὴν θείαν αὐτοῦ νομοθεσίαν;

Ἀλλὰ μήπως ἡ μεταξὺ τῶν ἀνθρώπων ἰσότης συμφωνεῖ μετὰ τῶν πολιτικῶν διατάξεων; Ἡ χρεία καὶ ἡ ἀνάγκη τῆς μεταξὺ ἀλλήλων βοηθείας συγκροτεῖ τὰς πόλεις· ἡ αὐτὴ δὲ ἀνάγκη διδάσκει τὰς ἐν αὐταῖς διαταγάς· ὁ Κάϊν πρῶτος φοβούμενος καὶ τρέμων, μήπως θανατώσωσιν αὐτόν, καθὼς αὐτὸς ἐθανάτωσε τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ᾠκοδόμησε πόλιν, ἵνα, ὑπὸ τῶν ἐν αὐτῇ πολιτῶν βοηθοῦμενος, φύγῃ τοῦ θανάτου τὸν κίνδυνον. «Γίνεται τοίνυν», λέγει ὁ φιλόσοφος Πλάτων, «πόλις, ὡς ἐγᾦμαι, ἐπειδὴ τυγχάνει ἡμῶν ἕκαστος οὐκ αὐτάρκης, ἀλλὰ πολλῶν ἐνδεής» (Πλατ. β΄, 2, Περὶ Πολιτείας). 
 Ἀκούεις; Πᾶς ἄνθρωπος οὐ δύναται ἐπαρκέσαι ἑαυτῷ, ἀλλὰ χρείαν ἔχει πολλῶν βοηθημάτων· διὰ τοῦτο πολλοὶ συνερχόμενοι συνιστῶσι πόλιν, ἵνα ὑπ’ ἀλλήλων βοηθούμενοι, προφθάνωσι τὰς ἑαυτῶν ἀνάγκας· ἀληθῶς δὲ ἀναγκαία ἡ μεταξὺ ἀλλήλων βοήθεια· οἱ ἄτεχνοι χρείαν ἔχουσι τεχνίτου, ἵνα οἰκοδομήσῃ αὐτοῖς οἴκον καὶ ῥάψῃ ἐνδύματα καὶ τεχνιτεύσῃ τὰ ἐκ τῆς τέχνης ἀναγκαία· οἱ ἀγράμματοι χρείαν ἔχουσι διδασκάλου, ἵνα διδάξῃ αὐτοὺς γράμματα· οἱ ἄρρωστοι χρείαν ἔχουσιν ἰατροῦ, ἵνα ἰατρεύσῃ ἤ κἄν παρηγορήσῃ τὰς ἀσθενείας αὐτῶν· οἱ τυφλοὶ χρείαν ἔχουσι χειραγωγοῦ· οἱ παράλυτοι κηδευτοῦ· οἱ ἐν κλίνῃ κατακείμενοι, ὑπηρέτου· οἱ ἀσύμφωνοι, κριτοῦ· οἱ ἄτακτοι, ἄρχοντος τιμωροῦ· πᾶσα ἡ πόλις χρείαν ἔχει φυλάκων, ἵνα ἐπαγρυπνοῦντες, φυλάττωσιν αὐτὴν ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς.

 Ἐκ τούτου δὲ φανερὸν ἐστίν, ὅτι πᾶσα πόλις ὁμοία ἐστὶ σώματα ἀνθρώπου διάφορα μέλη ἔχουσα, ὑπ’ ἀλλήλων βοηθούμενα καὶ τὴν ὅλην ὁμήγυριν συνδέοντα καὶ διαφυλάττοντα· ἔχει ἡ πόλις βασιλέα ἀντὶ κεφαλῆς, ἄρχοντας ἀντὶ ὀφθαλμῶν, κριτὰς ἀντὶ ὠτίων, στρατιώτας ἀντὶ στήθους, πραγματευτὰς καὶ τεχνίτας ἀντὶ χειρῶν, δούλους ἀντὶ ποδῶν. 
 Ἐὰν καταστήσῃς πάντας τοὺς πολίτας ἴσους, γίνεται ἡ πόλις ὥσπερ ἀνθρώπινον σῶμα ἤ ὅλον κεφαλὴ ἤ ὅλον ὀφθαλμοὶ ἤ ὅλον ὦτα ἤ ὅλον στῆθος ἤ ὅλον χείρες ἤ ὅλον πόδες· τοῦτο δὲ τότε οὐκ ἔστι σῶμα ἀνθρώπου, ἀλλὰ τέρας ἀλλόκοτον· ὅταν ποιήσῃς πάντας τοὺς πολίτας ἴσους, τότε διὰ τὸ δικαίωμα τῆς ἰσότητος ἔσονται ἤ πάντες βασιλεῖς ἤ πάντες ἄρχοντες ἤ πάντες κριταὶ ἤ πάντες στρατιῶται ἤ πάντες πραγματευταὶ ἤ πάντες τεχνῖται ἤ πάντες δοῦλοι· ποὺ δὲ τότε εἰς τὴν πόλιν ἐκείνην βασιλεύς, ἵνα μετὰ πληρεξουσιότητος ἐμποδίζῃ τὰς ἀταξίας καὶ παιδεύῃ τοὺς ἀτάκτους, προφθάνῃ εὐθὺς τὰς κατεπείγουσας ἀνάγκας καὶ ἀπαρεμποδίστως διευθύνῃ ὅλον τὸ ὑπήκοον; 
 ποῦ ἄρχοντες ἀγρυπνοῦντες ὑπὲρ τῆς τῶν νόμων διατηρήσεως; ποῦ κριταί, ἵνα κρίνωσι τὰς τῶν πολιτῶν κρισολογικὰς ὑποθέσεις; 
 ποῦ στρατιῶται, διαφυλάττοντες τὴν πόλιν ἀπὸ τῆς τῶν ἐχθρῶν ἐφόδου;
  ποῦ πραγματευταί, μεταφέροντες ἀλλαχόθεν, ὅσα ἀναγκαῖα καὶ χρήσιμα, μὴ εὑρισκόμενα δὲ ἐν ἐκείνῃ τῇ πόλει; ποῦ τεχνῖται, τεχνιτεύοντες καὶ τὰ πρὸς χρείαν καὶ τὰ πρὸς τὴν ἀνάπαυσιν; ποῦ δοῦλοι ὑπηρετοῦντες τοὺς μὴ δυναμένους ὑπηρετῆσαι ἑαυτούς; 
 Τοιαύτη πόλις οὐδὲ ἐφάνη πώποτε, οὐδὲ ἔστιν, οὐδὲ δύναται στῆναι, ἀλλ’ ἔστι τέρας ἀλλόκοτον καὶ ἀνύπαρκτον· διότι ἡ ἰσότης φέρει εἰς αὐτὴν τὴν ἀνυποταξίαν, τὴν αὐτονομίαν, τὴν ἀναρχίαν, ἑπομένως δὲ καὶ τὸν διασκορπισμὸν αὐτῆς καὶ τὴν τελείαν ἐξουδένωσιν. 
 Τὰ αὐτὰ δὲ συμβαίνουσιν εἰς πᾶσαν κώμην καὶ χώραν καὶ εἰς πᾶσαν ἀνθρώπων ὁμήγυριν καὶ εἰς αὐτὰς τὰς ὁλοκλήρους μεγάλας βασιλείας, ὅταν εἰσέλθῃ εἰς αὐτὰς ἡ ἰσότης· διότι καὶ ἡ βασιλεία ὡς μία πόλις ἐστίν, ἐκ πολλῶν συγκειμένη πόλεων, ὑπ’ ἀλλήλων βοηθουμένων καὶ ἀσφαλιζομένων. Αὐτὴ οὖν ἡ φύσις, ἵν’ οὕτως εἴπω, τῆς πόλεως γεννᾷ τὴν ἀνισότητα καὶ ὑπαγορεύει τοὺς πολιτικοὺς νόμους τῶν ἀνωτάτων καὶ μέσων καὶ κατωτάτων βαθμῶν καὶ τάξεων τῆς ἀνισότητος· τόσον δὲ ἀναγκαῖαι εἰσιν αἱ τοιαῦται ἀνισότητες πρὸς σύστασιν καὶ διαμονὴν τῶν πόλεων, ὥστε, ὅσοι ἐναντιούμενοι εἰς τὰς πολιτικὰς διατάξεις, σπουδάζουσι ποιῆσαι ἴσους πάντας τοὺς πολίτας, ἐκεῖνοι εἰσὶν ἐπίβουλοι καὶ φθορεῖς τῶν βασιλειῶν καὶ τῶν πόλεων καὶ πάσης ἀνθρωπίνης ὁμηγύρεως.

 Ἀλλ’ αὐτοί, λέγεις, οἱ πολῖται ἴσοι ὄντες, ἐκλέγουσι καὶ διορίζουσι καὶ ἄρχοντας καὶ κριτὰς καὶ στρατιώτας καὶ τοὺς λοιπούς, ὅσοι ἀναγκαῖοί εἰσι πρὸς σύστασιν τῆς κοινότητος· ἀλλὰ τοῦτο τὶ ἄλλο ἐστὶν εἰμὴ τὸ ὅτι οἱ ἴσοι ἐξ ἀνάγκης γίνονται ἄνισοι; πολεμεῖς τὴν ἀνισότητα, ἔπειτα γίνεσαι ποιητὴς αὐτῆς καὶ δημιουργός· διὰ λόγου ἐπιβεβαιοῖς, ὅτι πάντες ἐσμὲν ἴσοι, διὰ δὲ τῶν ἔργων ἀποδεικνύεις, ὅτι ἐσμὲν ἄνισοι· φάσκεις καὶ ἀντιφάσκεις καὶ σεαυτῷ ἀντιλέγεις καὶ οὐ διακρίνεις οὐδὲ τὶ λέγεις, οὐδὲ τὶ πράττεις. Ἐπειδὴ οὖν λέγεις, ὅτι οἱ ἴσοι πολῖται ἐκλέγουσιν ἄρχοντας καὶ κριτὰς καὶ τοὺς ἐξῆς ἀξιωματικούς, ἐκ τούτων σου τῶν λόγων ὁμολογεῖς, ὅτι ἡ ἰσότης εἰς τὰς πολιτείας οὐκ ἔχει τόπον, ἀλλ’ ἀναγκαῖα ἐστὶν ἡ ἀνισότης.

 Ἐρευνήσατε νῦν καὶ παρατηρήσατε τὰ βλεπόμενα κτίσματα· ὑψώσατε πρῶτον τὰ ὄμματα εἰς τὸν οὐρανόν· βλέπετε ἐκεῖ ἰσότητα; οὐδεμίαν· ἐκεῖ ἀστέρες ἀπλανεῖς, ἐκεῖ πλανῆται πρῶτοι καὶ δεύτεροι, ἐκεῖ κομῆται· αὐτοὶ δὲ διαφέρουσιν ἀλλήλων κατὰ τὸ μέγεθος, κατὰ τὴ λαμπρότητα, κατὰ τὰ ἀπὸ τῆς γῆς ἀποστήματα, κατὰ τὰς περιοδικὰς αὐτῶν κινήσεις· καταβιβάσατε ἔπειτα τὰ ὅμματα εἰς τὴν γῆν· 
 ποῦ βλέπετε ἰσότητα; οὐδαμοῦ· 
οὐδὲ εἰς τὰ δένδρα, οὐδὲ εἰς τοὺς θάμνους, οὐδὲ εἰς τοὺς χόρτους, οὐδὲ εἰς τὰ φύλλα, οὐδὲ εἰς τὰ ἄνθη, οὐδὲ εἰς τοὺς σπόρους, οὐδὲ εἰς τοὺς καρπούς. 

 Πόση ἡ διαφορὰ τῶν λίθων; Πόσον διαφέρουσιν ἀλλήλων τὸ μάρμαρον, ὁ πυρίτης, τὸ ἀλάβαστρον, ὁ ἀδάμας, ὁ ἄνθραξ, ο σάπφειρος, ὁ σμάραγδος καὶ οἱ λοιποί;
  πόση ἡ διαφορὰ τῶν μετάλλων; πόσον διαφέρουσιν ἀλλήλων τὸ χρυσίον, τὸ ἀργύριον, ὁ σίδηρος, ὁ μόλυβδος, ὁ κασσίτερος, ὁ ὀρείχαλκος καὶ τὰ λοιπά; 
 πόση ἡ διαφορὰ τῶν ζώων; πόσον διαφέρουσιν ἀλλήλων τὰ πετεινά, τὰ τετράποδα, τὰ ἔρπετα, τὰ χερσαῖα, τὰ ἔνυδρα, τὰ ἀμφίβια, τὰ ἄγρια, τὰ ἤμερα; 
  Πόση δὲ ἡ διαφορὰ καὶ μεταξὺ αὐτῶν τῶν τεσσάρων στοιχείων, ἐξ ὧν πάντα τὰ σώματα σύγκεινται; Διαφέρουσι δὲ ἀλλήλων οὐ μόνον τὰ ἑτεροειδῆ, ἀλλὰ καὶ αὐτὰ τὰ ὁμοειδῆ, διότι καὶ ἀστῆρ ἀστέρος διαφέρει καὶ πλανήτης πλανήτου καὶ κομήτης κομήτου· μετὰ βίας εὑρίσκεις δύο κυπαρίσσους ἤ δύο ῥόδα ἤ δύο κόκκους σίτου ἤ δύο μῆλα ἤ δύο σμαράγδους ἤ δύο τμήματα χρυσίου ἤ δύο περιστερὰς ἤ δύο βόας ἤ δύο ὄφεις ἤ δύο σμαρίδας ἤ δύο νήσσας ἤ δύο λέοντας ἤ δύο πρόβατα κατὰ πάντα καὶ διὰ πάντα ἴσα. Εἴδη διάφορα ἔχει καὶ τὸ πῦρ· πῦρ ἡλιακόν, πῦρ ἡλεκτρικόν, πῦρ καμιναῖον, πῦρ ἀστραπιαῖον· καὶ ὁ ἀήρ· ἀὴρ ψυχρός, θερμός, ὑγρός, ξηρός· καὶ τὸ ὕδωρ· ὕδωρ ἀλμυρόν, γλυκύ, πικρόν, ὀξύ, στυφόν· καὶ ἡ γῆ· γῆ μέλαινα, κόκκινη, πηλώδης, ἀμμώδης, λιπαρά, ξηρά, πολύκαρπος, ὀλιγόκαρπος.

  Στρέψατε νῦν τὰ ὄμματα πρὸς τοὺς ἀνθρώπους καὶ παρατηρήσατε πρῶτον τὰ ἐν αὐτοῖς βλεπόμενα. Πᾶς ἄνθρωπος ἔχει χαρακτῆρας προσώπου ἰδίους, ἴδιον ἀνάστημα, ἴδιαν φωνήν, ἴδιον χρῶμα, ἴδιον περιπάτου σχηματισμόν, ἰδίαν ποσότητα δυνάμεως, ἰδίαν ταχύτητα κινήσεως, ἰδίαν χειρῶν ἐπιτηδειότητα· ἐκ τούτου ὁ μὲν ἐστιν ὡραῖος, ὁ δὲ δυσειδής· ὁ μὲν ἔχων τὰ μέλη σύμμετρα, ἐστὶν εὔμορφος· ὁ δὲ ἔχων αὐτὰ ἀσύμμετρα, ἐστὶ δύσμορφος· ὁ μέν ἐστι καλόφωνος· ὁ δὲ κακόφωνος· οὗτος μὲν δυνατός· ἐκεῖνος ἀσθενής· οὗτος εὐκίνητος · ἐκεῖνος δυσκίνητος· οὗτος ἐπιτήδειος· ἐκεῖνος ἀνεπιτήδειος. 

 Παρατήρησον καὶ τὰ ἔσω τῶν ἀνθρώπων· πάντες μὲν ἔχουσι νοῦν· πλὴν πόσον διαφέρει νοῦς νοὸς κατὰ τὴν ὀξύτητα, κατὰ τὴν ἀντίληψιν, κατὰ τὴν διάκρισιν, κατὰ τὴν φρόνησιν; πάντες ἔχουσι μνήμην· ἀλλὰ πόσον διαφέρει μνήμη μνήμης; ἄλλος μὲν μνημονεύει εὔκολα, πλὴν καὶ εὔκολα ἀμνημονεῖ· ἄλλος δύσκολα μνημονεύει, πλὴν καὶ δύσκολα ἀμνημονεῖ· ἄλλος δύσκολα μνημονεύει καὶ εὔκολα ἀμνημονεῖ· ἄλλος καὶ εὔκολα μνημονεύει καὶ δυσκολώτατα ἀμνημονεῖ· αὕτη δέ ἐστιν ἡ τελειοτέρα μνήμη. Ἐκ τούτων βλέπομεν, ὅτι ἐκεῖνος μέν ἐστιν ὀξύνους· οὗτος δέ, βραδύνους· ἄλλος ἀντιλαμβάνει μετὰ εὐκολίας· ἄλλος μετὰ δυσκολίας· ἄλλος διακρίνει ἐντελῶς· ἄλλος ἀτελῶς· ἄλλος ἔχει φρόνησιν πολλήν· ἄλλος ὀλίγην· ἄλλος μνημονεύει πολλῶν· ἄλλος ὀλίγων·

 Ἐὰν εἰσέλθῃς διὰ τοῦ νοός σου καὶ εἰς τὰς ἐνδοτέρας τῶν ἀνθρώπων διαθέσεις, βλέπεις καὶ εἰς αὐτὰς ἀνισότητα μεγάλην· ὁ μὲν ἐστι πρᾷος· ὁ δὲ θυμώδης· οὗτος ἐστι ταπεινόφρων· ἐκεῖνος ὑπερήφανος· οὗτος ἐστι συμπαθής· ἐκεῖνος ἄσπλαγχνος· οὗτος ἤμερος· ἐκεῖνος ἄγριος· οὐδὲ τὰ ἐκ τοῦ πατρὸς καὶ τὰ ἐκ τῆς αὐτῆς μητρὸς γεννηθέντα δίδυμα τέκνα καὶ ὁμοῦ τραφέντα καὶ τῆς αὐτῆς ἀνατροφῆς καὶ παιδαγωγίας ἀπολαύσαντα, ἔχουσι τὰς αὐτὰς διαθέσεις· ἐκ τοῦ αὐτοῦ πατρὸς Ἰσαὰκ καὶ ἐκ τῆς αὐτῆς μητρὸς τῆς Ρεββέκας δίδυμοι ἐγεννήθησαν ὁ Ἡσαῦ καὶ ὁ Ἰακώβ, ὑπὸ τῶν αὐτῶν γονέων ἐπαιδαγωγήθησαν, τὰς αὐτὰς εἶχον συναναστροφάς, τὴν αὐτὴν δίαιταν, τὸ αὐτὸ πολίτευμα· καὶ ὅμως πόση τοῦ ἤθους αὐτῶν ἡ διαφορά; «Ηὐξήνθησαν δέ», λέγει ἡ θεία γραφή, «οἱ νεανίσκοι· καὶ ἦν Ἠσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δέ, ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν» (Γεν. κε΄, 27).

 Μετὰ δὲ τὰς τοσαύτας καὶ τοιαύτας ἀνισότητας, ὅσας ἐποίησε καὶ ἐνομοθέτησεν ὁ θεός, ὅσας ἐξ ἀνάγκης διέταξαν αἰ πολιτεῖαι, ὅσας δεικνύουσι πάντα τὰ κτίσματα, ὅσας βλέπομεν ἐξόχως εἰς τοὺς ἀνθρώπους, ἐγείρονται ἄνθρωποι τυφλοί, κωφοί, ἀνόητοι, ἀναισχύντως ἐπιχειροῦντες πεῖσαι τοὺς ἀνθρώπους ὅτι εἰσὶν ἴσοι. Ἀλλὰ ποῦ ἴσταται καὶ ποῦ στηρίζεται ἡ τοιαύτη ἰσότης; εἰς τοὺς ἔξω χαρακτῆρας τῶν ἀνθρώπων; ἤ εἰς τοὺς ἔσω; ἤ εἰς τὰς ἐνδοτέρας αὐτῶν διαθέσεις; ἀλλ’ ὅσοι ἄνθρωποι, τόσαι καὶ αἱ τῶν ἔξω χαρακτήρων ἀνισότητες· ὅσοι ἄνθρωποι, τόσαι καὶ αἱ τοῦ νοὸς αὐτῶν διαφοραί· ὅσοι ἄνθρωποι, τόσαι καὶ αἱ τούτων διαθέσεις· ὁ νόμος, ὁ λόγος, τὰ πράγματα, ἡ φύσις, ἡ αἴσθησις πείθει, ὅτι ἐσμὲν ἄνισοι· πῶς οὖν, καὶ κατὰ τί ἐσμεν ἄνισοι· πῶς οὖν καὶ κατὰ τί ἐσμεν ἴσοι; 
 Μήπως λέγουσιν αὐτοί, ὅτι ἐσμὲν ἴσοι, ἐπειδὴ τὰ σώματα πάντων ἐκ τῆς γῆς εἰσιν; ἀλλ’ ἐκ τῆς γῆς ἐστι καὶ τὸ χρυσίον καὶ ὁ ἀδάμας καὶ ὁ σίδηρος καὶ ὁ μόλυβδος καὶ ὁ ὑδράργυρος· ἵσα ἆρά γε λέγουσι καὶ αὐτά; Ἐκ τοῦ αὐτοῦ πηλοῦ ὁ κεραμεὺς πλάττει σκεύη μικρά, μεγάλα, πολυτελῆ, εὐτελῆ, κεχρυσωμένα, περιηργυρωμένα, πρὸς διαφόρους ὑπηρεσίας χρήσιμα· ἆρά γε καὶ αὐτὰ νομίζουσιν ἴσα; Ἐπὶ τούτοις, ἐν ὅσῳ ζῶμεν, τὸ σῶμα ἡμῶν οὐκ ἔστι γῆ, ἀλλ’ ὀστέα, νεῦρα, φλέβες, σάρξ, αἷμα, ζωτικὸν πνεῦμα, καρδία, πνεύμων, ἧπαρ καὶ τὰ λοιπά· ἀλλὰ ταῦτα πάντα μετὰ θάνατον γίνονται γῆ· ἀλλ’ αὐτοὶ λέγουσιν, ὅτι οἱ ζῶντές εἰσιν ἴσοι· ὥστε τὸ τούτων ἐπιχείρημα φαίνεται τοιοῦτον· ἐπειδὴ τὰ σώματα τῶν ἀνθρώπων μετὰ θάνατον γίνονται γῆ· ἄρα οἱ ἄνθρωποι οἱ ζῶντές εἰσιν ἴσοι. Ποῖον τούτου τοῦ σοφίσματος ἤ παραλογώτερον ἤ πανουργότερον;

  Ὁ θεὸς ἐποίησε πάντα τὰ ἑαυτοῦ κτίσματα ἄνισα, ἵνα ἐκ τῆς συνδρομῆς τῶν ἀνίσων καὶ ἐκ τῆς τούτων ποικιλίας καταρτίζηται καὶ καθωραΐζηται τοῦτο τὸ πάνσοφον καὶ ὑπερθαύμαστον σύστημα τοῦ παντός. Βλέπει δὲ ταύτην τὴν ἀλήθειαν, ὅστις ἀκριβῶς παρατηρεῖ, ὅτι ἡ ἀνισότης συνδέει καὶ ἡ ποικιλία καλλωπίζει τὰ σύμπαντα. ὁ Θεὸς ἔπλασε τοὺς ἀνθρώπους ἀνίσους, ἵνα ἡ τούτων ἀνισότης ἀναγκάζη αὐτούς, ἵνα ὁμοῦ συζῶσι καὶ συμπολιτεύονται· ἡ ἀνισότης ἀναγκάζει αὐτοὺς ὁμοῦ συμβιοτεύειν, ἵνα τὸ ὑστέρημα τοῦ ἑνὸς ἀναπληροῦται ὑπὸ τοῦ πλεονάσματος τοῦ ἄλλου. Ἐὰν πάντες οἱ ἄνθρωποι ἦσαν κατὰ πάντα ἴσοι, οὐδεὶς χρείαν εἶχε τῆς τῶν ἄλλων βοηθείας· ὅθεν ἐλύετο τῆς ἑνώσεως ὁ δεσμὸς καὶ ἐφθείροντο αἱ βασιλεῖαι καὶ ἐξηφανίζοντο αἱ πόλεις καὶ ἐξουδενοῦντο πᾶσαι αἱ τῶν ἀνθρώπων ὁμηγύρεις.

  Ἐκ τούτων τὶς οὐ βλέπει, ὅτι τὸ σύστημα τῆς ἰσότητος ἐστι πλάσμα τῆς φαντασίας ἀνύπαρκτον καὶ οὐχὶ δικαίωμα τοῦ τῶν ἀνθρώπων γένους; Αὐτὸ ἐστιν ἐφεύρεμα βλαβερωτάτης πονηρίας, ἐξαφανίζον τὰ ἀληθινὰ καὶ ὑπαρκτικὰ τῶν ἀνθρώπων δικαιώματα· ἀπάτη ἐστίν, ἥτις ἀναποδίζει πάντας τοὺς νόμους καὶ πᾶσαν εὐταξίαν· πληροῖ δὲ ὑπερηφανείας τὸν νοῦν τῶν εὐτελεστέρων ἀνθρώπων, ἐξαλείφει τὴν πρὸς ἀλλήλους ἀναγκαῖαν εὐλάβειαν καὶ ὑπακοὴν καὶ συμφορὰς προξενεῖ ἀναριθμήτους καὶ ὑπερβολικὰς δυστυχίας· διότι ἡ φαντασία τῆς ἰσότητος ἐγείρει τὸν δοῦλον κατὰ τοῦ δεσπότου καὶ τοὺς ἰδιώτας κατὰ τῶν ἀρχόντων καὶ τὸ ὑπήκοον κατὰ τοῦ βαλέως· ἐγείρει τὸν υἱὸν κατὰ τοῦ πατρὸς καὶ τὴν θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ φυτεύουσι εἰς τὰς καρδίας τῶν ἀνθρώπων τῆς ἀκαταστασίας καὶ ἀποστασίας τὸ πνεῦμα, ἐξολοθρεύει οὐ μόνον τὰς πόλεις καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ γένος τῶν ἀνθρώπων. 

 Τὸ σύστημα τῆς ἰσότητος ἐστιν ὁ φθορεὺς τῆς ἐκκλησίας· διότι, ἐὰν αὐτὸ εἰσέλθῃ εἰς τὰς καρδίας τῶν πιστῶν, μὴ γένοιτο, Κύριε, ἐξουδενοῖ καὶ αὐτὴν τὴν ἐκκλησιαστικὴν ἱεραρχίαν, ἐξ ἧς διευθύνονται καὶ σώζονται αἱ τῶν ἀνθρώπων ψυχαί· αὐτὸ τὸ σύστημα ἐστιν ὁ διδάσκαλος τῆς ἀπιστίας· διότι ὅστις πιστεύει, ὅτι οἱ ἄνθρωποι εἰσιν ἴσοι, ἐκεῖνος ἀρνεῖται τὴν ἀληθὴ διδασκαλίαν τῶν θείων γραφῶν καὶ γίνεται ἀσεβὴς καὶ ἄπιστος. Αἱ θεῖαι γραφαὶ διδάσκουσιν, ὅτι ὁ θεὸς χειροτονεῖ τοὺς ἐξουσιαστὰς καὶ ἄρχοντας· «Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἶπεν ὁ Κύριος πρὸς τὸν Πιλάτον, εἰμὴ ἦν σοι δεδομένον ἄνωθεν» (Ἰωαν. ιθ΄, 11)· καὶ ὅτι συντάσσων τὰ δικαιώματα αὐτοῦ μετὰ τῶν δικαιωμάτων τῶν βασιλέων, θέλει, ἵνα ἀποδίδωμεν εἰς τοὺς βασιλεῖς, ὅσα πρέπουσιν εἰς αὐτόν· «Ἀπόδοτε οὖν, εἶπε, τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ» (Ματθ. κβ΄, 21)· «Πᾶσα ψυχή», εἶπεν, «ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γὰρ ἐστιν ἐξουσία, εἰμὴ ἀπὸ θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσιν· ὥστε, ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήψονται» (Ρωμ. ιγ΄, 1-2).
 Τὶ δὲ ἄλλο διδάσκουσι ταῦτα, εἰμὴ τὴν ὑπεροχὴν καὶ τὴν μεταξὺ τῶν ἀνθρώπων ἀνισότητα; Τὶ ἄλλο εἰμὴ ὅτι ὁ Θεὸς καθιστᾷ τοὺς βασιλεῖς εἰς τὸν θρόνον τῆς ἐξουσίας; Τὶ ἄλλο, εἰμὴ ὅτι ὅστις ἐναντιοῦται εἰς ταύτην τὴν ἀνισότητα, ἐκεῖνος ἐναντιοῦται εἰς τὸν θεόν, τὸν ταύτην ποιήσαντα; Τὶς δὲ ἄλλος ἐναντιοῦται εἰς ταύτην τὴν ἀνισότητα, εἰμὴ ὅστις οὐ μόνον κηρύττει ἰσότητα μεταξὺ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπαγγέλεται μῖσος ἄσπονδον καὶ παντελῆ ἀφανισμὸν τῶν βασιλέων καὶ ἀρχόντων; ὅτι δὲ ὁ τοιοῦτός ἐστιν ἀσεβὴς καὶ ἄπιστος, οὐδεμιᾶς ἀποδείξεως ἔχει χρείαν.

 Ἀδελφοί μου, χριστιανοί, προσέχετε ἑαυτοῖς καὶ διακρίνατε, πόσον παράλογός ἐστι τῆς ἰσότητος τῶν ἀνθρώπων ἡ διδασκαλία· κατανοήσατε καὶ γνῶτε, ὅτι ὁ σκοπὸς αὐτῆς ἐστιν ἡ καταστροφὴ τῆς πίστεως καὶ ἡ οἰκοδομὴ τῆς άσεβείας· ἐμβλέψατε καὶ ἴδετε ὁποῖά εἰσι τὰ ἐλεεινὰ αὐτῆς ἀποτελέσματα. Τὴν τῶν ἀνθρώπων ἀνισότητα ὠκονόμησεν αὐτὸς ὁ δημιουργὸς τῆς κτίσεως, ἵνα ὁ κάθεὶς χρείαν ἔχῃ τῆς τῶν ἄλλων βοηθείας· ἐκ τούτου δὲ πάντες πλησιάζουσιν ἀλλήλοις καὶ ἀγαπῶσιν ἀλλήλους καὶ συνιστῶσι τὰς πόλεις καὶ τὰς βασιλείας καὶ τὰς κοινὰς τῶν ἀνθρώπων ὁμηγύρεις, ἐν αἵς αὐτὸς ὁμοφώνως ἐν γῇ δοξάζεται ὑπὸ τῶν ἀνθρώπων, καθὼς καὶ ἐν οὐρανῷ ὁμοθυμαδὸν ὑπὸ τῶν ἁγίων ἀγγέλων· καθὼς δὲ διὰ τῆς ἀνισότητος πάντων τῶν λοιπῶν κτισμάτων ἐτεχνίτευσεν ἡ σοφία τοῦ θεοῦ τὸ ὡραῖον καὶ πάντερπνον σύστημα τοῦ κόσμου, οὕτω διὰ τῆς ἀνισότητος τῶν ἀνθρώπων ἐσύστησε καὶ ἐστερέωσεν οὐ μόνον τὰς πόλεις, ἀλλὰ καὶ αὐτὴν τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν.

 Ἀδελφοί μου, μνημονεύετε, τὶ εἶπε ῥητῶς τὸ πνεῦμα τὸ ἅγιον· «Ἐν ὑστέροις καιροῖς, εἶπεν, ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίας δαιμονίων» (Τιμ. δ΄, 1)· μὴ οὖν πλανᾶσθε ὑπὸ τῆς δαιμονικῆς διδασκαλίας τῶν ἀποστησάντων ἀπὸ τῆς προτέρας αὐτῶν πίστεως καὶ κηρυττόντων τὴν πλάνην τῆς τῶν ἀνθρώπων ἰσότητος· μὴ πλανηθῆτε, νομίζοντες, ὅτι πάντες ἐσμὲν ἴσοι καὶ οὐδεὶς ἐστιν ἡμῶν ἀνώτερος· ἀλλὰ βλέποντες τὰς ὐπ’ αὐτοῦ τοῦ παντοκράτορος θεοῦ διορισθεῖσας μεταξὺ τῶν ἀνθρώπων ἐπισήμους ἀνισότητας, ἀποστρεφόμενοι τὸ πανώλεθρον τῆς ἰσότητος σύστημα, «ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ θεοῦ· ἀπόδοτε πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμήν, τὴν τιμήν» (Ῥωμ. ιγ΄, 7).Γένοιτο.

Δεν υπάρχουν σχόλια: