Μεγαλυνάριον.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὁ Εἱρμός.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,
Ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων.
Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως,
Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν,
Τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη,
Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας,
Ῥευστὴ φύσις περ καθεστηκυῖα.
Ὅθεν ἐπαξίως ἀκούεις·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Πῶς πηγάζεις γάλα Παρθένε ἁγνή,
Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα,
Νομίμου γονῆς ὅρους ὑπερβαῖνον.
Ὅθεν ἐπαξίως ἀκούεις·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Μυστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς,
Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου·
Κλίμακα γὰρ πάλαι Ἰακώβ σε προτυποῦσαν,
Ἰδὼν ἔφη, Βάσις Θεοῦ αὕτη. Ὅθεν ἐπαξίως ἀκούεις·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Θαυμαστὸν τῷ ἱεροφάντῃ Μωσεῖ,
Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας.
Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου,
Ἐν Κόρῃ ἁγνῇ, ἔφη, κατοπτεύσω·
ᾗ ὡς Θεοτόκῳ λεχθείη·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην,αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Δανιήλ σε ὄρος καλεῖ νοητόν,
Γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας,
Βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυῒδ δέ,
Ἁγίασμα φάσκει, πύλην δέ σε ἄλλος·
ὁ δὲ Γαβριήλ σοι κραυγάζει·
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Καταβασία
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, Ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων ὑπάρχεις Παρθένε Ἁγνή.
1 σχόλιο:
1821 - ΤΙΜΗ ΠΡΟΓΟΝΩΝ, ΜΙΜΗΣΗ ΠΡΟΓΟΝΩΝ !!!
https://www.youtube.com/watch?v=fTZF2p4MhTQ
ΕΜΒΑΤΗΡΙΟ ΠΑΠΑΦΛΕΣΣΑ 1821 - Να ξεκινήσουμε!!! Αυτό μετράει πάνω απ' όλα !!!
https://youtu.be/VvkYBJRFoJU
ΧΡΟΝΙΑ ΠΟΛΛΑ ΚΙ ΕΥΛΟΓΗΜΕΝΑ !!!
(Με μπλοκαρισμένο το κανάλι μας για πάνω από 2 μήνες, δεν έχουμε άλλους τρόπους να επικοινωνούμε, .... αλλά,... έχει ο Θεός.... και σύντομα...!!!)
Δημοσίευση σχολίου