ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Πέμπτη 9 Μαρτίου 2023

Ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τούς ἀθλοφόρους τεσσαράκοντα Μάρτυρας


  Ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί, τοὺς ἀθλοφόρους τεσσαράκοντα Μάρτυρας, καὶ πρὸς αὐτοὺς μελῳδικῶς ἐκβοήσωμεν λέγοντες· 

  Χαίρετε ἀθλοφόροι τοῦ Χριστοῦ, Ἡσύχιε, Μελίτων, Ἡράκλειε, Σμάραγδε καὶ Δόμνε, Εὐνοϊκὲ Οὐάλη καὶ Βιβιανέ, Κλαύδιε καὶ Πρίσκε, 

Χαίρετε Θεόδουλε Εὐτύχιε καὶ Ἰωάννη, Ξανθία Ἡλιανὲ Σισίνιε, Κυρίων Ἀγγία, Ἀέτιε καὶ Φλάβιε, Χαίρετε Ἀκάκιε, Ἐκδίκιε, Λυσίμαχε, Ἀλέξανδρε, Ἠλία καὶ Κάνδιδε, Θεόφιλε Δομετιανέ καὶ Θεῖε Γάϊε Γοργόνιε, 

Χαίρετε Εὐτυχές καὶ Ἀθανάσιε, Κύριλλε καὶ Σαρκεδών, Νικόλαε καὶ Οὐαλέριε, Φιλοκτῆμον, Σεβηριανέ, Χουδίων καὶ Ἀγλάϊε. 

Ὡς ἔχοντες παρρησίαν πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, Μάρτυρες παναοίδιμοι, αὐτὸν ἐκτενῶς πρεσβεύσατε, τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν πανσέβαστον μνήμην ὑμῶν.

Δεν υπάρχουν σχόλια: