ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Τετάρτη, 30 Ιουνίου 2021

Ἄν μάθεις να λες μέσα στη ζωή το «νά ̓ναι εὐλογημένο...»



Ἄν μάθεις νά λές μέσα στή ζωή τό «νά ̓ναι εὐλογημένο», αὐτό εἶναι ἀνώτερο ἀπό ὅλα, ἀκόμη καί ἀπό τήν προσευχή, γιατί ἔχει μέσα ὑπακοή, ἀγάπη, ἐμπιστοσύνη, ἐλπίδα στόν Θεό· ἔχει ὑπομονή, ταπείνωση, θυσία, προσευχή.

 π. Συμεών Κραγιόπουλος

2 σχόλια:

σ. είπε...

Ψαλμός λζ’. (37)
Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς με.
Ὅτι τὰ βέλη Σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά Σου.
Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς Σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώ­που τῶν ἁμαρτιῶν μου.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβα­ρύν­θησαν ἐπ’ ἐμέ.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφρο­σύνης μου.
Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.
Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον Σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ Σοῦ οὐκ ἀπεκρύβη.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ.
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.
Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιό­τητας ὅλην τὴν ἡμέραν ἐμελέτη­σαν.
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
Ὅτι ἐπὶ Σοί, Κύριε, ἤλπισα, Σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου.
Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι δια­παντός.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκρα­ταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύν­θησαν οἱ μισοῦντές με ἀδίκως.
Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίω­κον ἀγαθωσύνην.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.

Unknown είπε...

Αμήν