ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Δευτέρα 23 Σεπτεμβρίου 2024

Πρέσβευε ἀπαύστως Θέκλα σεμνή, Χριστῷ τῷ Σωτῆρι...

Μεγαλυνάρια

Χαίροις Ἰσαπόστολε τοῦ Χριστοῦ, Θέκλα μακαρία, πρωτομάρτυς ἐν γυναιξί, Παρθενομαρτύρων ἀγλάισμα καὶ κλέος, ἡμῶν δε πρὸς τὸν Κτίστην, μεσῖτις ἔνθεος.

Παύλου, φωτισθεῖσα ταῖς διδαχαῖς, Θάμυριν ἠρνήσω, καὶ μεμνήστευσαι τῶν Χριστῷ, Θέκλα μακαρίᾳ, καὶ τούτῳ ὥσπερ προῖκα, προσήγαγες τοὺς πόνους, τῆς σῆς ἀθλήσεως.

Φύσιν γυναικείαν, γνώμη στεῤῥὰ Θέκλα ὑπερεῖδες, καὶ ἐχώρησας σταθερῶς, πρὸ τοῦ μαρτυρίου, τοὺς ἀνδρικοὺς ἀγῶνας, τῷ πόθῳ Ἰσαπόστολε τοῦ νυμφίου σου.

Πῦρ οὐκ ἐπτοήθης Θέκλα σεμνή, φλεγομένη πόθῳ, τοῦ Παντάνακτος Ἰησοῦ, καὶ τοὺς ἀτιθάσους, θήρας δυνάμει θείᾳ, ὡς ἄρνας ἐν σταδίῳ, ἡμέρους ἔδειξας.

Πέτρα σε ἐδέξατο θαυμαστῶς, ῥαγεῖσα τῇ νεύσει, τοῦ νυμφίου σου Ἰησοῦ, Θέκλα πρωτομάρτυς, ἔνθα τελειωθεῖσα, ἐπήρθης μετὰ δόξης, πρὸς τὰ οὐράνια.

Πρέσβευε ἀπαύστως Θέκλα σεμνή, Χριστῷ τῷ Σωτῆρι, πάσης ῥύεσθαι συμφορᾶς, καὶ πειρατηρίων, ποικίλων ἐν τῷ βίῳ, τοὺς πίστει προσιόντας, τῇ ἀντιλήψει σου.

Από τον ΠΑΡΑΚΛΗΤΙΚΟ ΚΑΝΟΝΑ της Αγίας Θέκλας

Δεν υπάρχουν σχόλια: