ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Κυριακή 19 Ιανουαρίου 2025

Ἀδαμάντινε τήν ψυχήν, Μάρκε παναοίδιμε...


 Ἀδαμάντινε τὴν ψυχήν, Μάρκε παναοίδιμε, φωστὴρ διαυγέστατε, τοῦ νοητοῦ τῆς Ἐκκλησίας στερεώματος· στύλε ἀπερίστρεπτε τῆς εὐσεβείας, τίς σου κατ’ ἀξίαν δυνηθήσεται παραστῆναι τοὺς ἡρωϊκοὺς ἀγῶνας, τούς τε πρὸς ἀλλοτρίους, ναὶ μὴν καὶ τοὺς οἰκείους τῆς πίστεως; 
 Μεθ’ ὧν ἀνδρικώτατα συμπλεκόμενος, τῇ δυνάμει τοῦ Πνεύματος, τὸ ὑπερθαύμαστον τῆς νίκης κατὰ πάντων ἀνέστησας τρόπαιον, ὡς ἡ ἐκ τοῦ Παπικοῦ στόματος προελθοῦσα ἀπόφασις, τρανῶς ἐμαρτύρησε λέγουσα· ἐποιήσαμεν οὐδὲν πάντων οὐδείς· ὡς νέον δὲ Ζωροβάβελ σὲ κηρύττομεν, ὅτι τὴν ἐν Ἰταλίᾳ πεπτωκυῖάν πως ὀρθόδοξον ἡμῶν πίστιν, οἴκαδε ἐπιστρέψαι ἀνώρθωσας, καὶ ἁπανταχοῦ ταῖς θεοσόφοις σου διδασκαλίαις συνέστησας· διὸ καὶ εἰς αἰῶνας εὐφημοῦμεν τὴν ἔνδοξον μνήμην σου.

Από την ακολουθία του Αγίου Μάρκου του Ευγενικού(Δόξα της Λιτής)

Δεν υπάρχουν σχόλια: