ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Παρασκευή 28 Απριλίου 2023

Στιχηρά εσπερινού- Αι μυροφόροι γυναίκες

                        
Μ υ ρ ο φ ό ρ ω ν, Στιχηρὰ Ἰδιόμελα Ἦχος β' Ἀνατολίου 

  Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος. 

Ἦχος β' Τοῦ Κουμουλᾶ 

  Τί τὰ μύρα τοῖς (σὺν) δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν. 

Ἦχος β' 

  Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια: