Τί ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια, λέγων κομίζειν με;
Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτα σοι λέγω σὺν σοὶ ἱστάμενος, ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν ἔκβασιν.
Ἐπὰν δὲ τέκῃ Ἐλισάβετ σοι, τὴν τοῦ Λόγου φωνὴν μέγαν Πρόδρομον, τρανουμένης τῆς γλώττης, εὐλογήσεις τὸν Θεὸν Ἰσραήλ.
Από τον Εσπερινό της εορτής της Συλλήψεως του Τιμίου Προδρόμου

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου