Ὀνούφριε σπεύδω ἱκετικῶς, πρὸς σὲ ὁ ἀχρεῖος, καὶ αἰτοῦμαι σὴν ἀρωγήν, ἥν τάχος παράσχου σῷ ἱκέτῃ, καὶ ἐκ χειρῶν τῶν δαιμόνων σὺ ῥῦσαί με.
Ὀργίλος κατέστη ὁ μισερός, διὸ καὶ στενάζω, καὶ ὀδύρομαι θαυμαστέ, καὶ εἰς σὲ προσέρχομαι δακρύων, σοῦ ἐκζητῶν τὴν βοήθειαν Ὅσιε.
Νεότητα σκέπε θαυματουργέ, καὶ φύλαττε ταύτην ἐκ παγίδων τοῦ μισεροῦ, τοῖς δὲ σοὶ προσφεύγουσι παράσχου, χαλινὸν γλώττης Ὀνούφριε ἔνδοξε.
Θεοτοκίον
Παρθένε προσπίπτω δεητικῶς, καὶ χείρας μου αἴρω, ἐξαιτούμενος ἀρωγήν, ἥν τάχος παράσχου σῷ ἱκέτῃ, ἵνα ῥυσθῶ τοῦ πυρὸς Θεοδόξαστε.
12 Ιουνίου-μνήμη του Οσίου Ονουφρίου του Αιγυπτίου
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου