ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Κυριακή 21 Ιανουαρίου 2024

Τῇ αὐτῇ ἡμέρᾳ, Μνείαν ποιούμεθα τῶν θαυμασίων τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς ἐπικαλουμένης Παραμυθίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνείαν ποιούμεθα τῶν θαυμασίων τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τῆς ἐπικαλουμένης Παραμυθίας· ἐξαιρέτως δὲ τῆς θαυμαστῆς διασώσεως τῆς τοῦ Βατοπαιδίου μάνδρας, ἐκ τῆς τῶν πειρατῶν ἐφόδου, τῇ αὐτῆς φιλευσπλάγχνῳ προνοίᾳ.

Στίχοι
 Χαρᾶς αἰτία, Παραμυθία, πέλεις,
Καὶ θλίψεων ἀλεξιτήριον κόσμου. Προνοίας σου νεύσει, Βατοπαίδιον πάλαι, ἐκ βλάβης ἐῤῥύσω, Παραμυθία.

Ἀπολυτίκιον Παναγίας τῆς Παραμυθίας.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
 Σῶσαι θέλουσα Κόρη τὸ Βατοπέδιον, Παραμυθία γλυκεῖα ἐκ πειρατῶν βδελυρῶν, θαυμαστῶς τῷ προεστῶτι προσωμίλησας, καὶ καθυπέδειξας αὐτῷ, σωτηρίας χειρισμούς· διό σε νῦν εὐφημοῦντες, πιστῶς αἰτούμεθα πάντες, πρὸς τὸν Υἱόν σου τὰς θερμάς σου εὐχάς.Ταῖς τῆς Παναχράντου σου Μητρὸς καὶ Παραμυθίας τοῦ Κόσμου καὶ πάντων σου τῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια: