Ὁ Ἅγιος Μάρτυς τοῦ Χριστοῦ Παντολέων ἦν εἷς ἐκ τῶν δώδεκα συνάθλων τοῦ Δουκὸς τῆς Λαρίσης Νικολάου, τοῦ εἶτα ἀσκήσαντος καὶ ἀθλήσαντος ἐν τοῖς Βουνένοις ἐν ἔτει 902.
Ἤθλησεν ἐν Τυρνάβῳ, ἐν ᾧ κατέφυγε κατὰ προτροπὴν τοῦ ἀρχηγέτου αὐτοῦ Νικολάου, μετὰ Χριστοφόρου, Ἁρμοδίου, Ἀκινδύνου, Αἰμιλιανοῦ, Γρηγορίου, Δημητρίου, Εὐωδίου, Θεοδώρου, Ἰωάννου, Μιχαὴλ καὶ Παγκρατίου κατὰ τὴν ἐπὶ τῆς Θετταλίας ἐπιδρομὴν τῶν στυγνῶν Ἀράβων, ὡς Ἄγγελος Κυρίου αὐτοῖς προεῖπε.
Τὰ ἱερὰ αὐτοῦ λείψανα μετ’ ἐκεῖνα τῶν αὐτοῦ συνάθλων μετήνεγκεν ἐκ Τυρνάβου εἰς Λάρισαν ὁ λαοφιλὴς Ἐπίσκοπος τῆς πόλεως Φίλιππος.
Ἑορτάζει στὶς 9 Μαΐου
Ἑορτάζει στὶς 9 Μαΐου
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
«Νικολάου, ἐνδόξου Ὁσιομάρτυρος, τοῦ ἐν Βουνένοις στεφάνους λαβόντος μαρτυρικούς, στρατιῶτα εὐσθενὲς καὶ θεοτίμητε, ῥείθροις αἱμάτων σου σεπτῶν κατεφοίνιξας δρυμοὺς Τυρνάβου καὶ χάριν εὗρες ἡμῖν, σεπτὲ Παντολέων,
καθιλεοῦσθαι τὸν Θεάνθρωπον.»
Ἕτερον Ὅμοιον.
«Τῶν σεπτῶν σου λειψάνων ἡ χαριτόβρυτος σορός, κλεινὲ Παντολέων,
ἐν Μηλεσίου Ναῷ εὑρεθεῖσαν ἰατροῦ Παντελεήμονος, συναθλητὰ σεμνοῦ Δουκὸς τῆς Λαρίσης εὐκλεῶς ἀθλήσαντος ἐν Βουνένοις, πανευλαβῶς προσκυνοῦντες χαρᾶς ἀφθίτου ἀπολαύομεν.»

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου