ΠΑΤΗΣΤΕ ΣΤΙΣ ΕΙΚΟΝΕΣ ΚΑΙ ΣΤΙΣ ΦΩΤΟΓΡΑΦΙΕΣ ΔΕΞΙΑ ΓΙΑ ΝΑ ΔΕΙΤΕ ΤΑ ΑΦΙΕΡΩΜΑΤΑ ΜΑΣ!

Πέμπτη, 27 Αυγούστου 2020

Μεγαλυνάρια ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

Η εικόνα ίσως περιέχει: 1 άτομο


Μεγαλυνάρια

Χαίροις τῶν μαρτύρων ἡ καλλονή, καί τῶν ἰαμάτων ὁ χειμάρρους ὁ δαψιλής, χαίροις τῶν Ροδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.


Τίς τῶν πληγμάτων σου τήν πληθύν, ἐξείπη ἀξίως, καί τῶν πόνων τό καρτερόν; Σύ γάρ τῶν βασάνων, τά εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τόν παναλάστορα.

Ὡς ἄστρον ἐν Ρόδω ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καί ἤθλησας πρό πολλοῦ, καί καταφωτίζεις πιστῶν τάς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.

Πυρός ἀκμαιότερος ἀληθῶς, καί σιδήρου μάρτυς, εὐτονώτερος ὀραθεῖς, τήν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὁ ἀνεκήρυξας.

Πάντας τούς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῶ ναῶ σου, καί αἰτοῦντας ἀπό ψυχῆς, λύσιν ὀφλημάτων, καί ρῶσιν καί ὑγείαν, μή παύση ἐποπτεύων, παραμυθούμενος.

Χαίροις τῶν μαρτύρων ἡ καλλονή, χαίροις τῶν θαυμάτων ὁ ἀκένωτος θησαυρός, χαίροις αἰχμαλώτων ὁ ρύστης καί προστάτης, Φανούριε τρισμάκαρ, Ροδίων καύχημα.

Ὤφθης ἀθλοφόρος καί νικητής, Φανούριε μάρτυς καί ἀήττητος βοηθός, θεραπεύων νόσους ψυχῶν τέ καί σωμάτων, τῶν ἐπικαλουμένων, τήν σήν βοήθειαν.

Ἀθλητά πανάριστέ του Χριστοῦ, σύ τάς τῶν τυράννων κατεφρόνησας ἀπειλᾶς• ὅθεν καί μυρίας ὑπέμεινας βασάνους, ἐν μέσω τοῦ σταδίου, μάρτυς Φανούριε.

Γενναίως ὑπήνεγκας τάς πληγᾶς, φρικτᾶς τέ κολάσεις καί βασάνους ὑπέρ Χριστοῦ• διό σου ἡ κάρα ἐδέξατο ἐξ ὕψους, τόν στέφανον τῆς νίκης, μάρτυς Φανούριε.

Τούς ἀσπαζομένους τήν σήν σεπτήν, εἰκόνα ἐν πίστει καί αἰτοῦντας σήν ἀρωγήν, μάρτυς κληρονόμους τῆς θείας Βασιλείας, Φανούριε, λιταίς σου, πάντας ἀναδεῖξον.

Χαίροις ὤ Φανούριε ἀθλητά, ὁ πάσι παρέχων, τά αἰτήματα συμπαθῶς• χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ, καί πάσης Ἐκκλησίας, θεῖον ἀγλάϊσμα.

Δεν υπάρχουν σχόλια: