Από τη Θεία Λειτουργία του ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
Ἔτι σοῦ δεόμεθα· Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον Οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος·
Μνήσθητι, Κύριε, τῶν τὰ Δῶρά σοι ταῦτα προσκομισάντων, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν, καὶ ἐφ' οἷς αὐτὰ προσεκόμισαν·
Μνήσθητι, Κύριε, τῶν καρποφορούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτούς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι, χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων, τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων, τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν, τὰ ἄφθαρτα.
Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων.
Μνήσθητι, Κύριε, πάσης ἀρχῆς καὶ ἐξουσίας, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου.
Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον, τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμύθησαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.


































.jpg)

